195
ἡμαρτῆσθαι σφίσι, ποιησαμέ νοις εἰρήνην μετὰ σφαλλόντων ἐν θείοις δόγμασιν, ἀνθαιρούμενοι. Ἀλλ' ὁ μὲν Μελέτιος καὶ λίαν ἐπαρρησιάζετο, ὡς καὶ μιᾶς πολλὰ ἐν συνόδῳ λαλῆσαι καὶ τέλος τὸν ἐπενδύτην κελεῦσαι τῷ ὀπαδῷ ἀράμενον ἕπεσθαι, ὡς καὶ εἰς ἐξορίαν ἕτοιμος ὤν, ὑπὲρ τοιούτων ἀγωνιζόμενος. Οἱ δὲ περὶ τὸν Ἐφέσου προνοη τικῶς μὲν εἶχον διὰ βασιλέα, μὴ θέλοντες δοκεῖν παρεισάγειν ἐν καθεστῶσι σκάνδαλα· ὅμως δὲ καὶ βαρέως ἔφερον καὶ ἐκποδὼν ποιεῖν κατὰ τὸ λεληθὸς ἐκεῖνον, ὡς ἐδόκουν, ἠβούλοντο.
κδʹ. Ὅπως εἰς τὸ ὄρος τοῦ Ἁγίου Αὐξεντίου ἀπῆλθεν ὁ πατριάρχης καὶ περὶ τῶν τοῦ βασιλέως ἐκεῖ. Τότε τοίνυν, δωδεκάτῃ ἀνθεστηριῶνος μηνός, τὸν Βόσπορον διαπεραιωσά μενοι, εὐθὺ βασιλέως ἠλαύνομεν καί, τῇ τῆς Λυχνίας μονῇ ξεναγηθέντες, ἐκεῖθεν καθ' ἡμέραν τῷ βασιλεῖ συνεμίσγομεν. Τὰ δ' ἐκείνῳ τότε πραττόμενα δακρύοις μᾶλλον ἢ μέλανι γράφειν ἦν ἄξιον· λογισμοῖς γὰρ ἀγρίοις διεκβακχευθεὶς ὁ κρατῶν καὶ πᾶσιν ὑπόπτως ἔχων, οὐκ οἶδα καθότι, τέως δέ γε τοῖς φαινομένοις καὶ τῷ δοκεῖν ὑπὲρ ἑαυτοῦ καὶ τῆς αὐτοῦ δῆθεν θρησκείας πονῶν, εἰ, ὀρθοδοξῶν ἐς τὰ μάλιστα, τὰ πρὸς παρατροπὴν πίστεως διαβάλλοιτο, δεινὰ ἐποίει. Ὅθεν καὶ πέμψας ἐξάγει τῆς φυλακῆς τοὺς εὐγενεῖς ἄνδρας ἐκείνους ὧν καὶ πρώην ἐμνήσθημεν, τοὺς ἐκ Ῥαοὺλ αὐταδέλφους, τὸν Μανουήλ τε καὶ τὸν Ἰσαάκιον, καὶ τρίτον τὸν ἐκ Καντα κουζηνῶν Ἰωάννηνὁ γὰρ πρωτοστράτωρ Ἀνδρόνικος φθάσας ἐν τῇ φυλακῇ προτετελευτήκει, καὶ σφᾶς πρὸς ἑαυτὸν κατακρίτους φέρει· οὓς δὴ καὶ ἐφ' ἡμέραις ἐτάζων λόγοις καὶ ὕβρεσι πλείσταις τε καὶ δειναῖς, τέλος, ἐπεὶ οὐκ ἦν σφᾶς ὑποκλίνεσθαι τῷ τοῦ κρατοῦντος θελήματι, τὸν μὲν Μανουὴλ πρῶτον, ἐπ' ἐκείνῳ δὲ καὶ τὸν Ἰσαάκιον στερεῖ τῶν ὀμμάτων κελεύσας, ἄμφω καὶ μόνους· ὁ γὰρ Καντακουζηνὸς ἀπαγόμενος δειλιάσας ὑπέκλινεν· ἐπ' ἐκείνοις γὰρ μόνοις τὸ παθεῖν μὴ καὶ ἦν. Καὶ διὰ τοῦτο ἐκείνῳ μὲν ἦν ὑποκλιθέντι σῴζεσθαι, οἱ δὲ τὴν τοῦ διαπράξασθαι ἃ μηδεὶς ἄλλος 613 ἐτόλμα δόξαν ὑπὲρ πατρίων ἐθῶν ἀπηνέγκαντο, πολλὰ πρότερον καὶ αὐτὸν πατριάρχην ἐπὶ βασιλέως ἐλέγξαντες, ὡς ἐκεῖνα πείθονται τούτῳ ἃ δὴ ἐφ' ἑαυτοῦ ὢν ὡμολόγει καὶ ἐπιτιμίοις πεδούμενος καὶ οὐχ ἃ τέως μετ' ἀξιώμα τος. Καὶ εἶδε μία ἡμέρα ἐστερημένους ὀμμάτων οὓς μία γαστὴρ ὤδινε, καὶ οὓς ἥ τε σχέσις συνῆγε καὶ τὸ ὑπὲρ ἑνὸς παθεῖν, τούτους ἀπ' ἀλλήλων διῃρημένους, ὡς τὸν μὲν ἀλλαχοῦ που, τὸν δὲ Μανουὴλ ἐν ταῖς κατὰ Σκάμανδρον Κεγχρεαῖς ἀπανθρώπῳ τινὶ φρουρίῳ ἐγκατακλεισθῆναι φρου ρούμενον. Ἐπ' ἐκείνοις καὶ τὸν τοῦ δεσπότου Μιχαὴλ υἱὸν Ἰωάννην, ὃν ὡς ὅμηρον ἡ μήτηρ τῶν συνθηκῶν ἀναγαγοῦσα ἐκ δύσεως τῷ βασιλεῖ ἐνεχείριζε καὶ γαμβρὸν ὁ κρατῶν ἐτίθει τοῦ Τορνικίου σεβαστοκράτορος, κἂν ἐκεῖνος, τὴν σύζυγον ἀποστέργων, καθ' ἑαυτὸν ἐμονοῦτο, πέμψας ἄγει δέσμιον ἐκ Νικαίας· ἐκεῖσε γὰρ στρατηγῶν κατώρθου, τροπαίοις Περσῶν ἐναγλαϊζό μενος· ἐφ' ᾧ καὶ ὑποψίαν ἔσχε βασιλειῶντος, οὐκ ἄλλῳ τῳ μαρτυρίῳ ἢ τῷ κατορθοῦν καὶ ὑπὸ τοῦ λαοῦ δοξάζεσθαι. Ἦν δὲ καὶ τὸ τὴν ὑποψίαν ἐκκαῖον ὁ Κότυς Θεόδωρος μοναχός, μόνος μόνῳ κατὰ σχολὴν ἡμέρας πολλάκις καὶ νυκτὸς συγγινόμενος. Οὗτος δ' ὁ Κότυς ἦν ὃς δὴ καὶ πάλαι, τελῶν ἐν τοῖς κο σμικοῖς, τὴν κατὰ τούτου δὴ τοῦ τότε μεγάλου κονοσταύλου πεῖραν πυθόμενος, ὡς βασιλεὺς ἐκτυφλοῦν ἐκεῖνον ἠβούλετο, ἐλθὼν προσαγγέλλει κατὰ φιλίαν καὶ σὺν ἐκείνῳ ἐπὶ Περσίδος αὐτομολεῖ. Τὸ γοῦν κἀκείνῳ τότε βασιλειῶντι τοιαῦτα, ὡς οἶμαι, λέγεινκαὶ οἱ λόγοι προὔβαινον, τοῦτ' ἦν τὸ καὶ τὴν κατὰ τοῦ Ἰωάννου ὑποψίαν βεβαιοῦν, ὡς εἰδότος ἐκείνου καὶ ἔτι πλέον. Πέμψας γοῦν ἄγει κἀκεῖνον. Τὸ γοῦν κινούμενον προφανῶς ἔγκλημα ἦν ὡς κακηγορήσειε τὸν πορφυ ρογέννητον καὶ ὡς, ἐπειδὴ βασιλεὺς προστάσσων ἐκεῖνον ἐπὶ Πέρσας ἐφώρμα, ὁ δέ, κατειρωνευόμενος τῶν ἐπεσταλμένων, λέξειεν ὡς· «Ἐλθέτω πορφυρο γέννητος ἀποσταλεὶς ἐφ' ᾧ κατορθώσει τὸ προσταττόμενον.» Τὸ γοῦν προὖπτον τοῦτ' ἦν, ὃ δὲ νυκτὸς ἐζήτει ἐκεῖνο, τῇ ὑποψίᾳ συνταραττόμενος. Κἀπειδὴ οὐκ ἦν δείκνυσθαι, τὸν