1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

197

μοναχοὺς καὶ τοὺς κατ' ἐκεῖνον ἐῶ. Ἐς τόσον γὰρ παρωξυσμένος ἦν ὥστε προβάλλειν ἦν μόνον τινὰ κινηθέντα καὶ τὴν προβολὴν ἡ ποινὴ διεδέχετο, ὥστε καὶ πιστὸς ἦν ὁ λέγων μόνον εἰπών, ταῖς πρὸς τοὺς ὑπηκόους ὑπονοίαις ὡς ἱκαναῖς μαρτυρίαις ἰσχυριζόμενος. Καὶ πρὸς τὸ τῆς ὀργῆς ἀπαραίτητον ἀνδράσιν οἷς ἦν παρρησιάζεσθαι πρὸς ἐκεῖνον ἀπολογούμενος, βασιλικοὺς προέτεινε νόμους, ὡς μὴ καλὸν ὂν οὐδὲ δίκαιον κατὰ μοναστὰς τοὺς Ῥωμαίους πολιτεύεσθαι, ὡς μετανοίαις ἐξιᾶσθαι τὰ πταίσματα, ἔχειν δὲ καὶ τῷ προσαγγέλλοντι δυσμενῶς, ὅ τι λέγοι ἢ ἀκούσας ἢ καὶ πλαττόμενος ἐκ τῆς περὶ τὸν πλησίον ἀπεχθείας· αὐτὸν δ' ἀκούσαντα ἀνάγκην εἶναι μετιέναι τὸ ἔγκλημα. Ταῦτα πολλάκις ἀπελογεῖτο καὶ ὅτι, φίλος μοναχῶν ἀκούων βρεφόθεν, εἰς ἀνάγκην ἦλθε μισεῖν μοναχοὺς διὰ τὴν σφῶν δύσνοιαν· δύσνοιαν δὲ τὴν ἀποφυγὴν τῶν πραττομένων ἐκάλει. Παρ' ἣν αἰτίαν ἴσως καὶ χρόνους ἠρεύνων, ὁπότε μὴ βασιλέωςἀβασιλεύτοις γὰρ οὐδὲ ξυνήνεγκε ζῆν, ὡς σώματι μὴ καρδίαν ἔχοντι, ἀλλὰ τῶν κατὰ σφᾶς κακῶν ἀπαλλάξουσιν. Ὁπότε γὰρ τὸ τῆς γνώμης δουλοῦται ἀνθρώποις οὖσι, πλασθεῖσιν αὐτεξουσίοις, ἑνὶ θελήματι, κἂν ὅπῃ ῥέψοι, ἀναγκαζομένοις ἄγεσθαι, εἰ μὲν εἰς σῶμα τὸ κινδυνῶδες ὁρᾷ, καὶ τότε παγχάλεπονταὐτὸν γὰρ τὸ εἶναι τῷ τ' ἄρχοντι τοῖς τ' ἀρχομένοις, καὶ ἄλλως οὐκ ἔστι σφίσι σῴζεσθαι, εἰ μή γε ἑκουσίως καὶ συμφωνοῖεν, εἰ δὲ καὶ ἐς ψυχήν, ὡς τότ' ᾤοντό τινες, σωτήριον ἡ ἀπαλλαγὴ πάντως· ὃ κἀκείνοις ἴσως ζητοῦσι δεινὰ παρὰ τοῦ κρατοῦντος ἐφῆπται. Καὶ δέον τὸ σκαμβὸν πρὸς τὸ ὀρθὸν ἀπευθύνεσθαι, ὡς ἰσάζοιεν, ὁ δὲ τὸ ὀρθὸν πρὸς τὸ σκαμβὸν ἀπευθύνειν ἠνάγκαζεν, οὐκ εὐθύνων τὸ μὴ καλῶς ἔχον, ἀλλ' ἐγκα λῶν, εἰ μὴ στρεβλοῖτο, τῷ καλῶς ἔχοντι. Ὅτι δὲ καί τισιν ἐκείνων παρεξήγετο τὰ τοῦ ζήλου καί, τοῦ μέσου παρολισθαῖνον, τοῖς ἐναντίοις προσέπαιεν, ἔξεστι τῷ διακρινοῦντι σκοπεῖν· πλὴν τὰ τῆς τιμωρίας σβεννύειν εἶχε καὶ τὸ ἀμηγέπη ἐπὶ τοῖς πραττομένοις εὔλογον. Ἐκκεκομμένης τοίνυν τῆς παρρησίας τοῖς ἐλευθέροις, ὑπὸ σκότον φάμουσα ἐρριπτοῦντο, τὴν τῆς ἀρχῆς παραβασίαν ἐλέγχοντα. Οἱ δὲ τὸν γράφοντα μὴ 621 ἔχοντες τιμωρεῖνοὐ γὰρ ἦν ἐμφανίζεσθαι, τοῖς εὑρίσκουσι βαρέως ἐπεῖχον, ὡς αὐτοῖς ὑβρίζουσιν· ὕβριν γὰρ ἐκάλουν τὸν ἔλεγχον. Ἐγγράφως τοιγαροῦν ἐκυροῦτο ἡ τιμωρία τῷ μόνον εὑρήσοντι, εἰ αὐτὸς ἀναγνοίη, εἰ ἄλλῳ ἐξείποι, εἰ μὴ κάοι παραυτίκα. Πρὸς δὲ καὶ τῷ βασιλογραφείου ἐγκαλουμένῳ, ὡς ἔχοι μόνον, ἡ ἀπειλὴ θάνατος ἄντικρυς.

κεʹ. Τὰ περὶ τοῦ Καλοειδᾶ καὶ περὶ Ἰωάννου τοῦ ∆ούκα. Τεκμηριοῖ δὲ καὶ τὸ περὶ τὸν Καλοειδᾶν γεγονός, ἄνδρα εὐλαβείας μὲν εἰς ἄκρον μεταποιούμενον, παρθενίᾳ συζῶντα καὶ ἐλεημοσύνην ἀσκοῦντα καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην ἀσύγκριτον, ἐξυπηρετούμενον δὲ τῇ δεσποίνῃ τῶν ταμιείων, ὅν, ἐπεὶ μόνον ἔχων τοιοῦτον ἑάλω, οὔτε τὸ εὐλαβὲς ἔσῳζεν, οὔτε μὴν ἡ ὑπὲρ ἐκείνου τῆς δεσποίνης σπουδὴ περιεποιήσατο, ἀλλά, τῶν ὀμμάτων στερεῖν κελεύων, μόλις τὰ τῆς κολάσεως εἰς τὸ ἀνεκτότερον περιίστα διὰ τὴν τῆς δεσποίνης συχνὴν ἱκετείαν. Προστάσσει γάρ, καὶ ἄγεται ὁ κατάκριτος παρὰ τὸν τοῦ φόρου κίονα ἐν Κωνσταντιαναῖς, καὶ τοῖς κληρικοῖς ἀπαντᾶν ἐπιστέλλει τὴν ταχίστην, μηδὲν εἰδόσι, καὶ τῷ τόπῳ ἐφίστασθαι. Κληρικοὺς δὲ πάντως ἐκάλει, ὑπόπτως ἀεὶ πρὸς αὐτοὺς ἔχων, ὡς ταῖς εἰς ἐκεῖνον τιμωρίαις δεδιξόμενος. Ὅσοις οὖν οὐκ ἐν εἰδήσει ἦν τὰ πραττόμενα, ἀφικνοῦντο· οἱ δ' εἰδότες ἐπραγματεύσαντο τὴν ἀποφυγήν, ὡς εἶχεν ἕκαστος. Ἱστῶσι τοίνυν τὸν ἄνδρα καὶ πρῶτα μέν, τὰς τρίχας τῆς κεφαλῆς οὐκ ἐν χρῷ κείραντες, ὡς συνεργοῖεν καίοντι τῷ πυρί, ἐμβάλλουσι πῦρ τοῖς χάρταις, βεβράναις οὖσι καὶ τῇ κεφαλῇ ἐντεθεῖσιν, ὡς ἅμα ταύτῃ καυσουμένοις, εἶτα καί, τὴν ῥῖνα τεμόντες μαχαίρᾳ, ἡμιθανῆ, εἴτ' οὖν ἡμιδαῆ, ἀφιᾶσιν. Ἀλλὰ ταῦτα μὲν μικρὸν ὕστερον, ὅτε τῇ πόλει ἐπιδεδήμηκε. Τότε δέ, ποσειδεῶνος ἑκκαιδεκάτῃ, μετὰ τὴν τῆς Θεοτόκου ἑορτήν, ἐξεληλάκει μὲν βασιλεύς, ἐξεληλάκει δὲ πατριάρχης, τοῦ πατριαρχεύσαντος Ἰωσὴφ πεμφθέντος εἰς τὸ Κοσμίδιον. Ἀλλ' ὁ μέν, πέμψας καὶ τὸν