198
Σφραντζῆν ἀγαγὼν Γαβριήλ, ὅν, αὐτανέψιον ὄντα τοῦ ἤδη τυφλωθέντος Ἰωάννου, εἶχε μὲν πρότερον ἐν τῇ τοῦ παρακοιμωμένου τῆς μεγάλης σφενδόνης τιμῇ, ὕστερον δ' ἐπ' αἰτίαις ἐξετύφλου, συνδυάζει συγγενεῖ γε 623 ὄντι τῷ Ἰωάννῃ καί, μεθ' ἑαυτοῦ ἐπαγόμενος, τὴν πρὸς τὴν Νικομήδους καὶ τὰ περὶ ἐκείνην ἤλαυνε. Πατριάρχης δέ, τὸν κατὰ τὴν Κιβωτὸν τῆς θαλάσσης τράχηλον διαπεραιωσάμενος, εὐθὺ Νικαίας ὥρμα. Καὶ δὴ ὁ μὲν βασιλεύς, τοὺς τυφλοὺς ἄγων, ὅπῃ καὶ περιορίσειε διεσκόπει· ὁ δὲ Ἰωάννης, τὴν ποινὴν μὴ φέρων καὶ ἀναξιοπαθῶν ὅλως, οὐ τροφὴν προσίετο, οὐ πόσει προσεῖχεν, οὐκ ἄλλο τι τῶν εἰς ἐπιμέλειαν τῶν παθόντων ὀφθαλμῶν εἴα γίνεσθαι, μόνον δὲ κενὸς φόρτος ἀγόμενος, ὅπῃ τετυχήκει γῆς ἢ καὶ πέτρας, συχνάκις τὴν κεφαλὴν προσαράττων ὡς τεθνηξόμενος ἦν. Καὶ τάχ' ἂν ἐκ τούτων ἐκ πλείστου οἱ ξυνέβαινε τὸ θανεῖν, εἰ μὴ παρὰ τῶν φυλαττόντων ἐπείχετο. Πλὴν τὸ κατ' ὀλίγον καὶ συχνάκις γινόμενον, εἰς ὅσον πλεῖστον συγκεφαλαιωθέν, τὸ θανεῖν ἐπῆγε· κἀντεῦθεν ἀπήλλακτο μὲν ἐκεῖνος ζωῆς ἐπωδύνου, ἀπήλλακτο δὲ καὶ βασιλεὺς τῆς ἐπ' ἐκείνῳ φροντίδος. Αὐτὸς δέ, τὰ κατὰ τὸν Σάγγαριν περιηγησάμενος καὶ τὰ ἐκεῖσε φρούρια ἐν ἀσφαλεῖ τῇ ἑαυτοῦ παρουσίᾳ θέμενος, γαμηλιῶνος μηνὸς ὑποστρέφει πρὸς πόλιν. Πατριάρχης δέ, πλησίον ἐλθὼν Νικαίας καὶ τῷ Ἐννάτῳ ἐναυλι σάμενος, εἰσελθεῖν τὴν πόλιν οὐκ ἔκρινε τό γ' ἐκεῖνο δεῖν· θέλειν γὰρ ἔχειν διδόναι καί γ' ἐν γνωρίμοις καὶ προσγενέσιν εὐεργετεῖν, μηδὲν δὲ τὸ κατ' ἐκεῖνο καιροῦ εὐπορεῖν. Τὸ δ' εἰσελθόντα πάλιν μὴ εὐεργετεῖν ὡς ἄξιον, ἀνάξιον ἑαυτοῦ καὶ τῶν μὴ πρεπόντων τοῖς ἐκείνου πράγμασιν ᾤετο. Ὅθεν καὶ πρύμναν, τὸ τοῦ λόγου, κρουσάμενος, Πυλοπυθίων τε ἐπέβαινε καὶ τὴν ταχίστην ὑποστρέφειν ἔγνω· ἡ γὰρ τῆς Ὑψώσεως ἑορτὴ ἀπεῖργε τοῦ μὴ βραδύνειν. Τῷ τοι καὶ αὐτὸς κατὰ πόδας, τρισκαιδεκάτῃ γαμηλιῶνος, ἀπήντα πρὸς πόλιν. Περὶ δὲ τοῦ καθ' αὑτὸν ὑποστελλόμενος, ὡς μὴ διὰ τὰ συμβαί νοντα ὀλιγώρως ἔχειν δοκοίη, ἅμα τῷ τῆς νεὼς ἀποβῆναι πρὸς βασιλέα ἤιε, διημέρευέ τε πρὸς χάριν καί, πρὸς τὴν ἑορτὴν κεκλημένος πρὸς βασιλέως, ἕτοιμος ἦν ἐλθὼν ἐκτελεῖν· παντὶ γὰρ ὑπέστελλεν ἑαυτὸν τρόπῳ, ἐξ ὅτου περ τοῖς ὀχληροῖς προσέκυρσε, καὶ μεγίστη μοῖρα τῶν εἰς τὸ μετρίως διάγειν 625 ἐλπίδων ἡ πρὸς τὸν βασιλέα ὑποποίησις κατεφαίνετο. Τῆς μὲν οὖν τιμῆς ἐκείνῳ ἐλάττων φροντὶς ἦν, τὸ δὲ πατριαρχεύοντα διακενῆς ἐνοχλεῖσθαι ἶσα καὶ τῷ θανάτῳ ἐτίθει· ὃ δὴ καὶ ἐκ τοῦ προστυχόντος ὑπονοούμενον ἦν, τεθυμωμένου τοῦ βασιλέως εἰς ἅπαν. Τὸ γὰρ καὶ τοὺς οἰκείους διασείεσθαι καὶ οἷς ἂν ἐκεῖνος ἐθάρρει μᾶλλον, ὡς παρ' ἐκείνῳ τεθραμμένοις καὶ δόξης τυχοῦσιν, ἀθετεῖν μὲν τὰ συγκείμενα οὐδ' ὅλως ἐποίει· τὸ δὲ πρὸς τὸν πατριαρχεύοντα τὰς αἰτίας ἄγεινἡ γὰρ ἀναφορὰ τοῦ σκανδάλου σφίσι πρὸς ἐκεῖνον ἦν, ὡς ἔλεγον, ἀσφαλεῖς τὸ καθ' αὑτὸν Λατίνους, παρὰ μόνην τὴν ἐν τῷ συμβόλῳ πρόσθεσιν, κρίνονταἕτοιμον ἦν ἐκ τοῦ ῥᾷστα καὶ προφανῶς· καὶ ἀμφοτέρωθεν, ἔκ τε βασιλέως καὶ τῶν πασχόντων, ὁ ὄχλος αὐτῷ περιίστατο, ἐκείνου μὲν ὡς τὴν τῶν οἰκείων ἀπολωλότος εὔνοιαν, τῶν δὲ ὡς δι' αὐτὸν πασχόντων, μὴ ἐῶντα τὰ πεπραγμένα μᾶλλον τῷ χρόνῳ ὑποχαλᾶσθαι.
κʹ. Τὰ κατὰ τὸν λογοθέτην τοῦ γενικοῦ Μουζάλωνα. Τοῦτο ξυνέβη καὶ ἄλλοις πλείστοις, ξυμβεβήκει δὲ καὶ Κωνσταντίνῳ τε τῷ Ἀκροπολίτῃ καὶ τῷ Θεοδώρῳ Μουζάλωνι, ὧν τὸν μέν, παρὰ τοῦ πατρὸς τοῦ μεγάλου λογοθέτου λαβών, ἀνῆγε παιδεύων καὶ οἰκεῖον ἀποκαθιστῶν ἐς ὅτι μάλιστα, τὸν δέ, ἐκ στρατιωτικῆς μοίρας ἀναλαβὼν καὶ τοῖς μαθήμασιν ἐνδοὺς ἐνσχολάσαι, λογοθέτην τε τῶν γενικῶν ἐτίμα, συζεύξας εἰς γυναῖκά οἱ καὶ τὴν τοῦ Καντακουζηνοῦ θυγατέρα, καὶ μεσίτῃ τῶν κοινῶν ἐχρᾶτο. Τὸν μὲν οὖν Ἀκροπολίτην καὶ ἀποπροσεποιεῖτο καὶ κρείττω τῶν κατ' ἐκεῖνον τὸν θυμὸν ἦγε, τῷ δὲ Μουζάλωνι καὶ λίαν χολούμενος ἦν. Τῷ τοι καὶ ἐνστάντος καιροῦ πρεσβείας πρὸς Ῥώμην, ἀφειμένος τῶν ἄλλων, ὁ βασιλεὺς κατὰ πεῖραν, οἶμαι, πλέον ἐπεῖχε τούτῳ τὰ τῆς πρεσβείας ἀναδέξασθαι. Ὡς