1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

199

δὲ προστάσσων οὐδὲν ἤνυτε πλέον τοῦ δοκεῖν κωφῷ διαλέγεσθαι καί γε τυφλῷ διανεύειν καὶ ἡ αἰτία τῆς παραιτήσεως οὐκ ἠγνόητο, αὐτίκα, θυμοῦ πρὶν ἐγκρατὴς ὤν, ἡττᾶτο τότε· καὶ τῷ ἀδελφῷ τῷ τούτου προστάξας, ὃν 627 καὶ ἐπὶ τῶν εἰσαγωγῶν εἶχεν, ἐκείνου μεσιτεύσαντος τὴν ὑπηρεσίαν, πολλὰς καὶ βαρείας ἐντείνει, ὡς μηδὲ τὴν ἐν χερσὶ βακτηρίαν, συνεχῶς πλήττουσαν, τῷ κατ' ἐκείνου βασιλείῳ θυμῷ ἀρκέσαι, ἀλλὰ καί, ταύτης ἀπειπούσης τῇ θραύσει, ἄλλην παραληφθῆναι, τὸ ἐκείνης ἔργον ἀναπληρώσουσαν. Ἀλλ' οὐκ ἦν ἐκείνῳ τὰ τῆς τιμωρίας ἐς τόδε, ἀλλὰ καὶ ἀπὸ προσώπου ἐποίει καὶ τῆς τῶν κοινῶν μεσιτείας παρακινεῖν οὐκ ἀπώκνει. Καὶ παρεωραμένος διετέλει μέχρις οὗ οἰκειοχείροις ἀσφαλείαις μὴ μόνον προσήκατο τὴν εἰρήνην, ἀλλὰ καὶ πλέον ἦν ἕτοιμος, εἰ κελεύοι, πράττειν. Ὁ δέ, τοῖς μὲν παροῦσιν ἀρκούμενος, ἐπὶ δὲ τὸ πλέον ἐκείνου μὲν καταγνοὺς δῆθεν ὡς καταψυχθέντος τὸν ζῆλον, ἑαυτὸν δὲ μηδ' ἀνεχόμενον παριστῶν ὅλως παραβαίνειν πλέον τῶν συγκειμένων, δεξάμενος αὖθις, τοῖς πραχθεῖσι μόνοις ἐμμένειν ἐπήγγειλε.

κζʹ. Ὅπως ἐκ δύσεως ὑπέστρεφεν ὁ πορφυρογέννητος καὶ τὰ κατὰ τὸν Κοτανίτζην. Τοῦ δ' αὐτοῦ ἔτους ὑποστρέφει μὲν ἐξ ἀνατολῆς βασιλεὺς Ἀνδρόνικος, τὴν δέσποιναν ἐκεῖσε καταλιπών, ἀνήγετο δὲ πρὸ τούτου καὶ ἐκ δύσεως ὁ πορφυρογέννητος, οὐδὲν εἰς τρόπαιον φέρων ἢ τὸν Κοτανίτζην ὁμολογίαις ἐνόρκοις ὑπὸ χεῖρα ποιησάμενος τοῦ μηδέν τι παθεῖν ἐκ βασιλέως ἀνήκεστον. Καὶ ὁ μέν, ἐμμένων τοῖς ὅρκοις, εἰς τέλος εὐορκεῖν ἤθελε, βασιλεὺς δέ, οὐ τὸ ἐφ' ἑαυτοῦ μόνον προορώμενος εἴς τε τὴν ἀπ' ἐκείνου δουλείαν καὶ τὸ ἑξῆς πρὸς εὔνοιαν ἀδολίευτον, ἀλλὰ καὶ τὸ ὀψὲ τῶν καιρῶν σκοπούμενος, ἐκτυφλοῦν ἠβούλετο· μηδὲ γὰρ αὐτὸν ὀμνύειν, ὡς ἐπιορκίας ἁλῶναι, ἀλλὰ τὸν υἱὸν ὑπὲρ αὐτοῦ, μηδὲ συναινοῦντος ὅλως. Τὸν δὲ κακὸν προεώρα κακόν, οὐ θεσμῷ μαντείας, ἀλλὰ φυσικῇ γνώσει προορῶν τὸ μέλλον· τὸν γὰρ τοῦ λῃστεύειν εἰς πεῖραν ἥκοντα μηδὲν ὁρμαῖς ἑτέρου δουλεύοντα ἀγαπῆσαι. Ὡς γοῦν ἀμεταθέτως εἶχεν ὁ βασιλεὺς ἐπὶ τούτῳ καὶ τὸν υἱόν, τοὺς ὅρκους προτείνοντα, ὅλως ἐπιορκίας ἀπήλλαττε λόγοιςαὐτὸν καὶ γὰρ φυλάττειν τοὺς ὅρκους, ὡς μὴ προδιδόντα ἢ συναινοῦντα τὸ σύμπαν, ἐκείνῳ δ' ὄντι τῶν ὅρκων ἐλευθέρῳ, ἀκινδύνως ἐξεῖναι καὶ πράττειν, ἀπειπὼν πρὸς τοὺς λόγους καὶ τὴν ὑπὲρ τοῦ ἱκέτου ἱκετείαν ἀσθενοῦσαν ὁρῶν, ὁ δεξάμενος βουλὴν εἰσάγει τῷ κινδυνεύοντι καταφυγεῖν πρὸς τὸ μέλαν καὶ τὰ τῶν 629 μοναχῶν ἀμφιέσασθαι, εἴ πως ἐντεῦθεν σωθείη· τῷ γὰρ ἅπαξ τὰ τοῦ κόσμου ὁμολογίαις ἀποθεμένῳ φρικταῖς μὴ ἄν τινα δυνατὸν εἶναι ὑπόπτως ἔχειν ὡς στραφήσεται πρὸς τὰ πρότερα· σεβασθῆναι δὲ τῷ βασιλεῖ καὶ τὸ σχῆμα, ὥστ' ἀποσχέσθαι τὸν ἐνδεδυκότα μὴ τιμωρεῖν. Ταῦτα λέγων πρὸς ἐκεῖνον ὁ πορφυρογέννητος καὶ βουλὴν εἰσάγων τὴν δοκοῦσαν συνοίσειν, δῆλος ἦν ἀπολύων ἐγκλήματος ἑαυτὸν τὸ μέρος, εἰ μὴ ποιῶν κινδυνεύοι· τὸ γὰρ ἐξ ἑαυτοῦ ὅσον ἦν δυνατὸν βοηθεῖν πεπρᾶχθαι. Κοτανίτζῃ μὲν οὖν τῷ καὶ Τορνικίῳ, ἐπηρτημένον τὸν κίνδυνον βλέποντι, ἀγαθὸν ἐδόκει τὸ βούλευμα, καὶ τῷ βουλεύσαντι χρᾶται μεσίτῃ πρὸς βασιλέα, ἐφ' ᾧ τὸν μοναχὸν ὑπενδῦναι, κόσμον καὶ τὰ τοῦ κόσμου χαίρειν ἐάσας. Ὡς δ' ἀπῄτητο καὶ αὐτὸ τὸ τέλειον σχῆμα λαμβάνειν καὶ κατένευε παραυ τίκα, ἀπολυθεὶς τελεῖται τὰ μοναχῶν καὶ ὁ χθὲς λῃστεύων σώφρων ὡρᾶτο καὶ ἄκακος, πλὴν οὐ τῇ τῆς ψυχῆς προθέσει, ἀλλὰ μόνῳ τῷ φαινομένῳ· ὁ γὰρ μεμεριμνημένος σκοπὸς ἐπὶ τούτῳ καὶ λίαν ἀπῆν, ἀνάγκης δὲ ἄρ' ὑπούσης, τὸ γινόμενον ἀσθενές. Ἐς ὁπόσον δὲ τὰ κατὰ τοῦτον προέβη, ἐσαῦθις ἐροῦμεν. Ὁ γοῦν πορφυρογέννητος ἐπὶ τούτοις κατ' ἀνατολὰς γίνεται καί, τοῦ βασιλέως ἐκεῖθεν ἀπάραντος, αὐτὸς ἦν ἀντ' ἐκείνου μεταχειρίζων τἀκεῖ.

κηʹ. Θάνατος τῆς δεσποίνης Ἄννης καὶ τὰ τότε συμβάντα. Ἀλλ' ὀλίγον τὸ μεταξύ, καὶ ἡ δέσποινα μὲν Ἄννα ἐκεῖ τελευτᾷ τὸν βίον, ἀγγέλλεται δὲ μετ' ὀλίγον τῷ βασιλεῖ· καὶ ὅς, προνοίᾳ τοῦ μὴ μαθεῖν τὸν υἱόν τε καὶ βασιλέα, ὡς ἐπ'