1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

202

ἐξαπιναίως λύοι παλινῳδῶν, ἐπιστάντος καὶ αὖθις καιροῦ τοῦ 639 ταῦτα ζητήσοντος, μὴ ἂν ἀνυστὰ γενέσθαι τὸ σύνολον· χωρεῖν δὲ καὶ ἄλλως καὶ εἰς μεταβολὴν τὰ τῆς ἐκκλησίας πράγματα, τοῦ Ἰωσὴφ ἐπικαταστάντος· αὐτὸν μὲν οὖν καὶ εἰρηνικὸν εἰς ἅπαν εἶναι, καὶ μηδὲν ἐξ αὐτοῦ πιστεύειν τῶν ἀνηκέστων γίνεσθαι, οὐ μὴν ἀλλ' ἀνάγκην εἶναι φανῆναι καὶ τοὺς κινήσοντας. Καὶ ταῦτ' οὐχ ἁπλῶς ὑποπτεύων ἔλεγεν, ἀλλά γε τὸ πρὸ τούτων συμβάν, ἀνὰ τὸν Σάγγαριν διατρίβοντος, δειλιᾶν ἐποίει περὶ τῶν ὅλων τὸν βασιλέα, εἴ πως ὡς ἐπισφαλῆ τὰ συγκείμενα διαλύσειεν.

λαʹ. Περὶ τῶν διαθηκῶν τοῦ πατριάρχου Ἰωσήφ. Ὁ μὲν γὰρ Ἰωσήφ, προσδοκήσιμος ὢν ἐπὶ τῷ θανεῖν, τὰς διαθήκας ἐξήνυτεν· ἦν δὲ χρεία μεμνῆσθαι καὶ βασιλέως καὶ τῆς ὑπὲρ ἐκείνου εὐχῆς. Καὶ ἐμέμνητό γε καὶ ηὔχετο, οὐ μὴν δὲ καὶ προσετίθει τὸ ἅγιος, ὃ σύνηθες ἔχειν ὡς χρισθέντας μύρῳ τοὺς βασιλεῖς. Ὁ δὲ βασιλεὺς πεμφθείσης ἰδὼν οὕτως ἐκείνην ἔχουσαν ἐδυσχέραινε· καὶ γράφει μὲν πατριάρχῃ, γράφει δὲ καὶ τῷ τὴν πόλιν ἐπιτετραμμένῳ, μανθάνειν ἐρωτῶντας πῶς τοῦτο πέπρακταί οἱ καὶ ἐφ' ὅ τι τῆς βασιλείας κολούει τὸ ἅγιος. «Μήπως ὡς ἀνάξιον, φησί, μὲ κρίνων τῆς ἁγιστείας οὕτω γράφει;» Γέγραπται δ' ὑπὲρ τούτων καὶ τῷ τῆς Ἀντιοχείας πατριάρχῃ τῷ Πρίγκιπι. Οἳ καὶ πέμψαντες ἐπυνθάνοντο τὴν αἰτίαν τοῦ οὕτω γράφειν, ὡς θέλοντος γνῶναι καὶ βασιλέως. Καὶ ὃς μετε τίθει τὴν τούτων αἰτίαν εἰς τοὺς ἀμφ' αὑτὸν μοναχοὺς καὶ εἰς πίστιν ἄλλην προῆγεν οὕτως ἔχουσαν ἐπὶ πᾶσι, πλὴν προσκειμένης ἐκεῖ καὶ τῆς ἁγιότη τος. Ταύτην γοῦν ἐμφανίζων, ἔλεγε γράφειν τὸ πρότερον, ἐπεὶ δὲ οἱ περὶ αὐτὸν σκανδαλίζοιντο, μετεγγράφειν ἐσαῦθις τὴν ἐς χεῖρας ταύτην γεγονυῖαν τῷ βασιλεῖ. Οὕτως ἦν ἐκεῖνος εἰρηνικὸς ἐφ' ἅπασιν. Ἀλλὰ τοὺς περὶ αὐτὸν ὑποπτεύων ὁ βασιλεύς, ἅμα δὲ καὶ τοῦ μὴ δόξαι συνιστᾶν τὴν καθ' αὑτοῦ κατηγορίαν, ὡς κατὰ χλεύην καὶ οὐ πρὸς ἀλήθειαν ποιησάμενος, τὰ περὶ τούτων τοῖς ἐφεξῆς καιροῖς τῷ τέως ἀνήρτα. 641

λβʹ. Ὅπως συνέβη τὰ κατὰ Βελλάγραδα. 641 Ἐν τούτοις δ' ὄντος τοῦ βασιλέως, καὶ τὰ κατὰ τὰ Βελλάγραδα διηγγέλ λοντο. Ἀλλ' ἀναληπτέον μικρὸν ἄνωθεν. Ἰλλυριοὶ μὲν οὖν, βασιλέως ἀποστατήσαντες, καθ' αὑτοὺς ἦσαν· περισχόντες δ' ἐρήμην πόλιν τὴν ∆υρραχίου ἐκ τοῦ προγεγονότος σεισμοῦ, ἀνακτίζουσί τε καί τινας συναποστάτας σφίσιν ἐκεῖ κατοικίζουσι. Τῷ ῥηγὶ δὲ Καρούλῳ, ἐξ ἐγγίονος γειτονήματος τοῦ ἀπὸ τῶν Κανίνων, φιλίως εἶχον καὶ κατὰ συνθήκας εἰρήνευον. Τὰ μέντοι γε Κάνινα πάλαι μὲν ἦσαν τοῦ Φιλίππου ἀμηραλῆ, ἀνδρὸς δυναμένου πλεῖστα, ὃν καὶ Μιχαὴλ δεδιὼς ὁ δεσπότης, καὶ μᾶλλον ἰσχύσαντος καὶ κατὰ τοῦ Μαφρὲ τοῦ Καρούλου, ὡς καὶ ἀποκτεῖναι καὶ τὴν ἀρχὴν ἐκείνου λαβεῖν συμ μαχίᾳ πλείστῃ τῆς ἐκκλησίας, κήδει εἰσποιεῖται, καὶ τὴν πάλαι τῷ Σφραντζῇ συνοικήσασαν, ἀδελφήν γε οὖσαν τῆς αὐτοῦ γυναικός, κεχηρωμένην ἐκείνου, πέμψας συναρμόζει οἱ, ἐκχωρήσας αὐτῷ καὶ Κανίνων καὶ Κορυφοῦς. Ὡς δὲ δόλῳ κακῶς ἀπεκτόνει, πέμψας τοὺς ἐξ ἀδήλων κατοϊστεύσοντας, καὶ τὸ δρᾶμα ἠνύετο καὶ ὁ ἀμηραλῆς ἐτεθνήκει, ἠβούλετο μὲν κατασχὼν Κάνινα ἔχειν, ἐμποδὼν δ' ἦσαν οἱ ἐν ἐκείνοις εὑρισκόμενοι Ἰταλοί, οἳ καὶ τὸν τῆς ἥττης συνδιαγαγόντες καιρόν, αὖθις ἀπέκλιναν πρὸς τὸν Κάρουλον. Κάρουλος δὲ πέμψας κατωχύρου τε τὸ φρούριον καί, ὡς ἰδίῳ χρώμενος, ἐκεῖθεν ἐξορμᾶν τοὺς αὐτοῦ κατὰ τῆς τῶν Ῥωμαίων ἠβούλετο. Τότε τοίνυν ἐθάρρυνε μὲν ἐκεῖνον καὶ ἡ τῶν Ἰλλυριῶν ἀποστασία· ἔχων δὲ καὶ τὸν κότον ἀρχῆθεν, ὡς ἐκκρουσθεὶς ταῖς τοῦ βασιλέως μηχαναῖς τῆς ἐπὶ τὴν πόλιν ἐκπλοίας, λαὸν ἱκανὸν ἐκ Βρεντησίου ἅμα μὲν ἱππότην, ἅμα δὲ καὶ πεζόν, ὡς εἰς τρεῖς χιλιάδας ποσούμενον, διαπεραιοῖ τὸν Ἰόνιον· οἳ δὴ καὶ καταλαβόντες τὰ Κάνινα καί, ὡς εἶχον ἐνσκευασάμενοι, οὕτως ἐκεῖθεν ἐξώρμων ὡς τῇ κατὰ σφᾶς τόλμῃ οἴεσθαί τινας μέχρι καὶ πόλεως Θεσσαλονίκης, ἔτι δὲ καὶ πόλεως αὐτῆς, πεζῇ ξυμβαλεῖν. Ἐπὶ τοσοῦτον δ' ἐθάρρουν τῇ κατ' αὐτοὺς δυνάμει