1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

204

χρείαν ὑδρεύσεως ἐμβόλῳ πρὸς τὴν ἐπὶ τὸ φρούριον ἀναγωγὴν τῶν φορτίων ἐν ἀσφαλεῖ χρησομένων τῶν ἐπὶ τῷ σιταρ κεῖν τεταγμένων. Ταῦτα διανοηθέντες, τὰς φορτηγοὺς εὐτρεπίσαντες καὶ ἱκανὰ νηησάμενοι, τῷ ποταμῷ πιστεύοντες, ἔπεμπον, καὶ τοὺς παρὰ τὸ χεῖλος τοῦ ποταμοῦ αὐτάρκεις πρὸς μάχην τῶν ἐπιθησομένων τάξαντες. Τοῦτο γινόμενον μὴ λαθὸν ἐκμαίνει τοὺς Ἰταλούς, καὶ ἐπισχεῖν, ὡς ἂν οἷοί τ' ἦσαν, ἐξέθορον. Οἱ μὲν οὖν, παρὰ θάτερα τοῦ ποταμοῦ Ἀσούνη σταθέντες, 647 ἕτοιμοι ἦσαν ἐπιόντας ἀμύνεσθαί τε καὶ κωλύειν τὴν σιταρκίαν, λιμῷ μᾶλλον τὸ φρούριον ἐλπίζοντες παραστήσασθαι· ὁ δέ γε Ῥὼς Σολυμᾶς, συνάμα τοῖς περὶ ἐκεῖνον, πλείστοις καὶ ἰσχυροῖς οὖσι, διέγνω, τὸν ποταμὸν διαπε ραιωσάμενος, τοὺς παρὰ τὸ χεῖλος ἐπὶ φυλακὴν ἰόντας καταγωνίζεσθαι. Καὶ δή, τῷ ῥεύματι μεθ' ὁρμῆς ἐμβαλόντες πλείστης, ἱστῶσί τε τὴν τοῦ ὕδατος ῥύμην καὶ κατὰ θάτερα τὴν ταχίστην γίνονται, φριμαγμοῖς καὶ μόνοις τῶν κατὰ σφᾶς ἀγερώχων ἵππων καταπλήξειν τὸ ἀνθιστάμενον ἅπαν οἰό μενοι. Ὡς γοῦν τῷ θάρρει προπηδῶντες εἰκαίως ἐπὶ τοὺς πεμφθέντας ἐξώρμων, οἱ μὲν πρὸς μὲν τὴν πρώτην ἐμβολήν, τοῦτο μὲν φυλαττόμενοι, τοῦτο δὲ καὶ τεχνιτεύοντες, ἐπιεικῶς εἶξαν, ἐπιτήδειον δ' εὑρόντες τόπον, μετὰ βάρους ὅπλων ἰόντας κατωΐστευον. Κἀκείνων μὲν ἐφικνεῖσθαι τῶν ἀδυνάτων ᾤοντο, ἐπείρων δὲ βάλλοντες τοὺς ἵππους, εἴ πως κατευστοχή σαντες τοὺς ἐπὶ τῶν ἵππων γαννυμένους πεζοὺς ἀποδείξαιεν. Ἐτρώθησαν γοῦν καὶ ἄλλοι τῶν ἵππων, τιτρώσκεται δὲ καὶ ἡ τοῦ Ῥὼς Σολυμᾶ, πλὴν οὐ καιρίως, ὥστε καὶ ἐξαπιναίως καταπεσεῖν. Ὅμωςτὸ γὰρ βέλος ἤπειγεκαὶ τοῦ πολλοῦ θράσους καθυφεῖτο καὶ τὸν ἐπιβάτην εἰκαίως ἔφερεν, ὥστε καὶ σιτοδοχείῳ κατὰ γῆς προσπαῖσαι ἀνεῳγότι, συμποδισθῆναί τε καὶ τὸν ἐπιβάτην καταβαλεῖν. Οἱ δὲ μὴ δυνάμενον κινηθῆναι τὸν σοβαρὸν περιστάντες χερσὶν ἁλίσκουσι. Φημίζεται γοῦν παραυτά, ἔνθεν μὲν τοῖς τοῦ βασιλέως, ἐκεῖθεν δὲ τοῖς κατὰ τὸ φρούριον, ἡ ἐκείνου ἅλωσις. Καὶ οἱ μὲν ἐν χερσὶν εἶχον τὸν τέως μέγα σοβαρευόμενον, οἱ δὲ τοῦ φρουρίου, καὶ πρὸ τοῦ τοὺς ἀγγελοῦντας παραγενέσθαι, ἐφηδόμενοι τοῖς ἐκτὸς τὴν ἅλωσιν ἤγγελλον. Ἅμα γοῦν ἕῳ οἱ ἐντεῦθεν συνησπικότες, κρατοῦντες ἕκαστος καὶ τὸν θεῖον ἐξ ἐλαίου πάπυρον, περαιωθέντες τὸν ποταμόν, τεταραγμένοις ἐμπί πτουσι καὶ ἅμα πρὸς φυγὴν τρέπονται. Οἱ μὲν οὖν, κατὰ στόμα παιόμενοι, διεφθείροντοοὐ γὰρ πρὸς τὸ ἀντισχεῖν, ἀλλὰ πρὸς τὸ μαθεῖν μόνον τί τὸ γινόμενον ἐτρέποντο κατὰ πρόσωπον, οἱ δέ, κατὰ νώτου πληττόμενοι, διωλίσθαινόν τε τῶν ἵππων καὶ πίπτοντες ἔθνῃσκον, ἔστι δ' οὗ καὶ ζῶντες συνελαμβάνοντο. Σπουδὴ γὰρ ἦν τοῖς μὲν τὸν ποταμὸν Βοώσην φθάσαι καὶ περαιωθεῖσι σωθήσεσθαι, τοῖς δὲ τοῦ βασιλέως τὰς ἐπὶ τὸν ποταμὸν αὐτῶν ὁρμὰς διακλείειν προφθάνουσι. Καὶ δέει τοῦ μὴ κωλυθῆναι παντάπασιν, αὐταῖς σκευαῖς καὶ γυναιξὶν ἐνειλούμενοι καὶ ὁ ἐπιὼν τὸν προϊόντα κατα πατῶν τε καὶ κατασποδῶν, αὐτοὶ παρ' ἑαυτῶν τὰ πλεῖστα ἐσφάλλοντο· πολλοὶ δὲ καὶ ὑπετέμνοντο οἱ ἱππεῖς πρὶν φθάσαι τὸν ποταμόν, καὶ ἔργον 649 εὐζώνου πεζοῦ ἱππεὺς ἐγένετο σοβαρός, ὡς ἁλίσκεσθαι μὲν πλείστους, ἅμα δ' ἑαλωκότας ἀπάγεσθαι πρὸς τὸ φρούριον, καὶ πάλιν ἄλλους καὶ ἐπ' ἐκείνοις ἄλλους, καὶ οὕτως ἐφεξῆς τοὺς μὲν φονεύεσθαι, τοὺς ὀνομαστοὺς δὲ συλλαμ βάνεσθαι, μέχρις οὗ καὶ τὸν ποταμὸν Βοώσην φθάσαντες, οἱ μὲν ἑκοντὶ ἑαυτοὺς ἐρρίπτουν κατὰ τοῦ ῥεύματος, τὸ ἐξαπολωλέναι προτιμῶντες τοῦ μετ' αἰσχύνης πεσεῖν εἰς χεῖρας Ῥωμαίων, οἱ δέ, βίᾳ τὸν ποταμὸν διεκπαίοντες, ἐκ πολλῶν ὀλίγοι, πρὸς τὸ τῶν Κανίνων φρούριον διεσῴζοντο φεύγοντες, γυμνοί τε καὶ ἄοπλοι καὶ πεζοί, οἱ πρὸ μικροῦ σοβοῦντες καὶ ὡς νοσσιὰν τὴν Ῥωμαΐδα καταλαβεῖν κατ' ἐλπισμὸν ἔχοντες.

λγʹ. Θρίαμβος τῶν ἑαλωκότων κατὰ τὰ Βελλάγραδα. Ἄξιον δὲ μηδὲ τὸν ἐκείνων θρίαμβον τὸν ἐν τῇ πόλει γεγονότα παραδρα μεῖν. Ἐπειδὴ γὰρ κατὰ κράτος ἐνίκων οἱ βασιλέως, μᾶλλον δὲ καὶ ἀκονιτὶ τὰ θαυμαστὰ κατὰ τῶν ἀλαζόνων κατώρθουν, τοὺς μὲν πεσόντας ἐσκύλευον, πλοῦτον συλλέγοντες ὅπλων τε καὶ