205
ἐνδυμάτων καὶ ἵππων καὶ σκευῶν παντοίων ἐξησκημένων, τοὺς δέ γε ζῶντας αὐτούς τε καὶ ἵππους αὐτῶν ἐπισυναθροίσαντες καὶ τοὺς μὲν πέδαις ἀφύκτοις δεσμήσαντες, τοὺς δ' ἀνέντες εἰς ὑποζύγια, σφίσι τὴν στρατιὰν ἀναλαβόντεςοὐδὲ γὰρ εἶχον ἐντεῦθεν δεδιέναι, πανστρατιᾷ ἑαλωκότων, ἐς βασιλέα μετά γε τροπαίων λαμπρῶν ἀνεζεύγνυσαν, θέα ὄντως φιλορρωμαίοις πανθαύμαστος. Ὁ γοῦν βασιλεύς, ὑποδεξάμενος μὲν τοὺς ἰδίους, μαθὼν δ' ἐς τὸ ἀκριβὲς τὰ πραχθέντα, ἔτι δὲ καὶ ἰδὼν ἕκαστον αὐτοῖς ἵπποις τε καὶ σκευαῖς, τοῖς μὲν κατεσκληκόσι καὶ μόνοις ὀστέοις καὶ δέρμασι τὴν πάλαι δεικνύουσιν εὐκληρίαν, ταῖς δὲ διερρωγυίαις, οὐκ αὐταῖς ἴσως αἷς καὶ πρώην ἐχρῶντο, ἀλλὰ ταῖς τυχούσαις καὶ αἷς ἂν ἐκείνους ἐπολυώρουν οἱ ἐλεοῦντες, καί γε στιχηδὸν διεληλακότας κατανοήσας, σώματα στυγνὰ μὲν τῷ τότε καὶ οἷα μηδὲ σώματ' ἄν τις εἶπεν, ἀλλὰ σκιὰς τῶν πάλαι γιγάντων, ψυχὰς δὲ τῷ μὲν κατὰ σφᾶς πάθει καὶ λίαν καμπτομένας, τῇ δὲ τῶν προσώπων τάσει καὶ τῷ τοῦ φρονήματος ἐμβριθεῖ τὴν πάλαι δηλούσας ἐλευθερίαν, ἐπε κάμφθη μὲν τοῖς κατ' ἄνθρωπον συναντήμασι, χεῖρας δ' αἴρει πρὸς τὸν Θεὸν καὶ ὁμολογεῖ τὴν χάριν τρανῷ στόματι καί γε, θέλων ἀνάγραπτα θεῖναι, 651 προστάσσει γράφεσθαι τοῖς τῶν ἀνακτόρων τοιχίσμασι, πλὴν οὐκ αὐτὰ καὶ μόνα, ἀλλ' ἃ δὴ καὶ ἀρχῆθεν Θεοῦ γέγονεν ἐλεοῦντος· κἂν ἐκεῖνα μὲν καὶ αὖθις ἐν προστώοις γεγράφατο, τὰ δ' οὐκ ἔφθασαν τελεσθῆναι, ἐπελθόντος τῷ βασιλεῖ τοῦ θανάτου. Ἐκείνους δέ, τὴν τοῦ Θεοῦ χάριν δεικνύναι θέλων ἐπὶ πάντων, οὐκ αὐτὸς μεγαλιζόμενος τοῖς πρωϊζὰ τελεσθεῖσιν, οἷά τις ἀπειρόκαλος καὶ μικρόψυχος, ἀλλὰ μᾶλλον Θεὸν μὲν εἰδὼς αἴτιον, Θεὸν δὲ καὶ μεγαλύνειν προθέμενος, θρίαμβον προστάσσει καταγαγεῖν. Ὁ δ' ἦν· ἵστατο μὲν ἄνωθεν ἐξ ἀπόπτου ὁ βασιλεὺς ἐν τοῖς ἀνακτόροις τῶν Βλαχερνῶν, πρὸς τὸ κατὰ θάλασσαν δυτικὸν ἀφορῶν, ἐφ' ᾧ ἅμα μὲν θεῷτο, ἅμα δ' εὐσύνοπτος εἴη τοῖς θεωμέ νοις. Ἤγοντο δὲ στιχηδὸν ἐκεῖνοι καθ' ἕνα, ὡς εἶχεν ἕκαστος ἐφ' ἵππου κατὰ θάτερα τῶν πλευρῶν καθήμενος. Ἐδίδοτο δ' ἑκάστῳ κρατεῖν καὶ κοντὸν ἐκ παπύρου ἤ τινος ἄλλου εἰκαίου, ὡς τρόπαιον πάντως τοῦ κατὰ σφᾶς πταίσματος. Ὄχλος δὲ παρ' ἑκάτερα πλεῖστος ἵστατο, οἱ μὲν τὰ τῆς τύχης ἐποικτιζόμενοι καί γ' ἐλεοῦντες εἰκαίως ἀγομένους τοὺς μεγιστᾶνας, οἱ δὲ καὶ ἐπιμωκώμενοι, δεικνύντες οἷον ἐς ὁπόσον φέρει ἡ μετ' ἀνοίας ἀπόνοια, ἣ μικρὰ μὲν σαίνει, μεγάλα δὲ τὰ κακὰ φέρει· ἄλλοι δὲ καὶ συρίττοντες, οἷα τὰ τοῦ πλήθους, ἐχλεύαζον. Τρυφὴ δὲ ἦν αὐτοῖς ἡ τῶν ἁλωμένων πομπή, οὐ τόπον ἐκ τόπου μεταλαμβάνουσιν, ὡς δῆθεν μεταφερομένων καὶ κενὸν σφῶν ἀφιέντων τοὔπισθεν· ἀλλ' ὁ μὲν ἤγετο, ὁ δ' ἐπήγετο, καὶ τρυφὴν ἱκανὴν ὁ πρῶτος τοῖς φιλοθεάμοσι παρασχὼν τῷ μόνῳ φανῆναι, ἀπὼν οὐκ ἐλύπει, ἑτέρου διαδεχομένου τὸν τόπον καὶ τὴν τάξιν τοῦ τέρψαντος. Μᾶλλον μὲν οὖν καὶ ἀεὶ νέον ἐπιόντες τῷ ἄλλος καὶ ἄλλος φαίνεσθαι κατὰ τὴν ἐν τῷ κύκλῳ κατατομήν, ἔτερπον τῷ καινῷ πλέον τοὺς θεωμένους. Ἦν δ' ἄρα μὴ μόνον ἀοιδὴ νεωτάτη ἐπίηρος τοῖς ἀκούουσιν, ἀλλά γε καὶ νέα θέα ποικίλη τοῖς ὁρῶσι τρυφή. Ἀντίπαις γὰρ ἐπὶ νέῳ καὶ νέος ἐπὶ παρηβηκότι καί γε γυμνὸς ἐπ' ἐνδεδυμένῳ καὶ ἀκαλυφὴς ἐπὶ καλύπτραν 653 φέροντι καὶ κατηφιῶν ἐπ' ἀγερώχῳ καὶ ἀλαπαδνὸς ἐπ' εὐσωματοῦντι καὶ καταπεπτωκὼς τῷ πάθει ἐπὶ τῷ λογισμοὺς ὀρθοὺς φέροντι ἐποίκιλλον τὰ τῆς θέας καὶ ὀφθαλμοὺς εἱστίων τῶν συμμιγῶν ὄψεων. Οὐδὲ γὰρ ἐς ὀλίγον ἡ σχοινοτενὴς ἐκείνη σειρὰ τῶν ἀνδρῶν, ἀλλ' ἐς ὅτι πλεῖστον συχναῖς ἑκατοστύσι διείληπτο. Ἕκαστος δ' ἰόντων, ἐπὶ τὸ παρ' ἑκάτερα τοῦ βασιλέως γινόμενος, καὶ ἄκων ἐδίδου, κύπτων ἐξ ἐφεστρίδος, τῷ βασιλεῖ τὴν προσκύνησιν, μορφάζων τὸ ταπεινὸν καὶ τὸ τῆς ψυχῆς οἰδαῖνον μετασχημα τίζων εἰς ἱλαρότητα. Οὕτω μὲν οὖν εἰσελθόντες τὴν πόλιν καὶ διὰ μέσης ταύτης ἐξ ἄκρων εἰς ἄκρας τοῖς κατὰ σφᾶς ἀνιαροῖς ἐμπομπεύοντες, τῇ τοῦ Ζευξίππου δίδονται φυλακῇ, χλεύη μὲν τοῖς τυχοῦσιν, ἐλεεινοὶ δὲ τοῖς ἐπιεικεστέροις γινόμενοι. Ἀλλὰ ταῦτα μὲν ἐπράχθησαν τῇδε.