208
κἀκείνῳ, τὴν Θρᾴκην καταλαβόντα, συμμῖξαι μὲν τοῖς Τοχάροις καί γε λόγοις καὶ δεξιώσεσι διεγεῖραι, οὐ μὴν δὲ καὶ συνεκστρατεῦ σαι, ἀλλ' ὅσον ἐγχωροῦν προϊόντα σὺν σφίσιν, ἐκείνους μὲν τοῖς οἰκείοις παραδοῦναι καὶ τάξαι τὸ ποιητέον, αὐτὸν δ' ὑποστρέψαι. Ἐτεκμηρίου δὲ ταῦτα καὶ τὸ συνεξελθεῖν υἱέσι τε καὶ γαμβροῖς, ἅμα καὶ αὐτῷ δὴ τῷ πρότριτα γαμβρευσαμένῳ τῷ Ἰωάννῃ. Ἀλλ' ὅμως ὑπὸ πολλῇ τῇ παρὰ τῆς αὐγούστης ὀχλήσει καὶ ταραχῇ, ὡς μηδὲ τοῖς ἐκτὸς ἀγνοεῖσθαι τὰ δρώμενα, διορρωδού σης τὸ μέλλον ἢ μᾶλλον προφοιβαζούσης τῆς ψυχῆς ἐκείνης τὸ συμβησό μενον, ἐπιτεταραγμένως οἷον καὶ ἀνειμένως ὁ βασιλεύς, τὴν τῆς δεσποίνης ὀρρωδίαν οὐκ ἀγαθὸν οἰωνὸν κρίνων, τοῖς γνωρίμοις συνταξάμενος, ἔξεισι. Καὶ δὴ μέχρι Σηλυβρίας αὐτός τε καὶ παῖδες, ἵπποις χρώμενοι, ᾔεσαν· ἐπεὶ δὲ τὰ τῆς νόσου ἐπεδίδου καὶ οὐκ ἦν βαδίζειν ἐκεῖνον πεζῇ, ἐκεῖθεν θαλάσσῃ καὶ νηῒ διεγνώκει μέχρι Ῥαιδεστοῦ χρᾶσθαι. Καὶ ἅμ' ἐμβάντων ἠγγέλλοντο γὰρ ἐγγὺς ὄντες καὶ Τόχαροι, καὶ οὐκ ἦν ἀναβάλλεσθαι ἢ μὴν ἀμελεῖν καὶ διὰ τὴν νόσον ὑπερτίθεσθαι· ἐκακοσπλάγχνει γὰρ καὶ τῶν ἐγκάτων ἀρρώστως εἶχεν, ἅμα τοίνυν ἐμβάντων αὐτοῦ τε καὶ παίδων, στοχαστής τις ὢν τότε καὶ πρὸς τὴν τῶν μελλόντων γνῶσιν ἐξ ἀγχινοίας οἰκείως ἔχων, εὐσκόπως ἅμ' ἐξ αὐτῆς τὸ μέλλον ἂν κατετόπασεν. λʹ. Ὅπως, κινδυνεύων κατὰ θάλασσαν, ὁ βασιλεὺς ὕστερον ἐξελθὼν ἐτελεύτησεν. Αἴφνης γάρ, εὐδίας οὔσης, πρὸς τὸ χειμεριώτερον μετέβαλλεν ὁ καιρός, θάλασσά τε ἡ τέως ἥμερος ἐξηγρίαινε, λαμπροῦ πεσόντος τοῦ ἀπαρκτίου· καὶ οὐκ ἦν τὴν τοὺς βασιλεῖς ἄγουσαν ναῦν εὐσταθεῖν, ἀλλ' ὥσπερ ὑπὸ 663 κυμάτων ἀγρίων ἀνοχλουμένην, τῇδε κἀκεῖσε φερομένην ἀνάγωγον, μηδὲν ὑπείκουσαν τοῖς κελεύσμασιν, αὔτανδρον ὡς εἶχε καταποντίζεσθαι, ὥστε καὶ πολλάκις μὲν καταδύεσθαι, ὡς οὐκ ἐσαῦθις ἀναδυσομένην, τοσαυτάκις δὲ ἀπελπιζομένην ἀναδύεσθαι πάλιν, καὶ ναυτῶν ἀπορούντων καὶ κυβερνήτου ὅπως χρήσονται τῇ θαλάσσῃ. Τότε καὶ τὸν βασιλέα, προφανῆ τὸν κίνδυνον βλέποντα καὶ περὶ ἑαυτῷ τε καὶ πᾶσι τοῖς παισὶν ὀρρωδοῦντα, εἰπεῖν πρὸς τὸν κυβερνήτην ὡς ἀγωνιστέα καὶ ὑπὲρ δύναμιν· εἰ γὰρ μὴ κόσμον πάντα, ἀλλ' οὖν Ῥωμαΐδα πᾶσαν ἐπὶ ξύλου ἄγειν ὀλίγου, τοὺς βασιλέας ἔχοντα. Καὶ τὸν ἀπειπεῖν μὲν ὀκνεῖν, μὴ καὶ κίνδυνον ἄντικρυς ἐξαγγέλλοι, προτρέ πειν δὲ τὸν ἐξ ἑαυτοῦ λόγον τοῖς πράγμασιν, ὡς ἀναγκαῖον ὄν, εἰ μὴ Θεὸς ἀρήγοι, χανεῖν πρὸς θάλασσαν πάντας· οὕτω καὶ τέχνη ναυτικὴ πᾶσα τῶν κινδύνων ἡττᾶτο σφίσιν ἐν χρῷ κειμένων. Μόλις γοῦν, διαμαχόμενοι πρός τε κῦμα καὶ θάλασσαν ἀγριαίνουσαν καὶ πολλάκις ἐγγὺς ἐλθόντες τοῦ καταδῦναι, τῇ Ῥαιδεστῷ ἡμιθνῆτες ἐκ φόβου προσίσχουσιν. Ἐκεῖσε γοῦν ἐφ' ἡμέραις τῆς ταραχῆς ἀνέσαντες, ἵπποις καὶ αὖθις χρησάμενοι, ἐξεληλακότες μέχρι καὶ τῆς Ἀλλαγῆς χώρας κατήντησαν. Ἀλλαγὴ δ' ἦν ἐκείνη καθ' ἣν καὶ τὸ ζῆν μεταλλάττειν εἵμαρτο τῷ κρα τοῦντι· καὶ ὁ μὲν Παχώμιος φθάσας τετύφλωτο, ὡς μὴ ἐντελεῖς τὰς ὑποψίας ποιοῖτο, τὸ δέ γε τοῦ Παχωμίου χωρίον τὸ μόρσιμον ἐξεπλήρου. Ὡς γὰρ ἐκεῖσέ που κατεσκήνουν ἅμα βασιλεῖς καὶ στρατὸς καὶ ἡ νόσος ἐπέκειτο πλέον, ἔφθασαν δὲ καὶ οἱ Τόχαροι, σπεύσαντες συμβαλεῖν βασιλεῖ, βασιλεῖ μὲν οὐκ ἦν οὔθ' ἱππαζομένῳ ὁρᾶσθαι, οὔτε μὴν ὁμιλεῖν εἰς νόσον κειμένῳ, ὅτε καί, τὸν νοέμβριον ὑπογράφοντι συμβὰν τὰς τοῦ ν κεραίας συμμῖξαι, ἐπελθεῖν εἰπεῖν λέγεται ὡς ἰδοὺ συνέκλεισεν ὁ νοέμβριος. Τὸ δ' ἦν ὑπονοηθὲν ὡς συνέκλεισαν αἱ πράξεις τῷ βασιλεῖ, τῆς ψυχῆς τὸ μέλλον ὑποδηλούσης. Ἦν οὖν τῇ τοῦ ῥαΐσαι τῆς νόσου προσδοκίᾳ εἰς ἀναβολὰς τιθεὶς τὸ ἐντυχεῖν ἐπιστᾶσι τοῖς Τοχάροις· ἐπεὶ δὲ ἡ νόσος ἐκραταιοῦτο καὶ τῷ ἀπὸ ταύτης δέει καὶ ἡ ἀπὸ τοῦ ἔθνους ὀρρωδία συνῆπταιοὐ γὰρ ἦν ἄλλως ἐλπίζειν ἢ κινηθέντας ἀφανίζειν τὸ πρὸς ποσίν, εἰωθὸς ἄλλως λῃστείαις ἀποζῆν, τοῦ 665 βασιλέως μεταλλάξαντος, ἀναγκασθεὶς δὴ διὰ ταῦτα, ὁ βασιλεὺς καὶ ἀπ' αὐτοῦ σκίμποδος τῆς ὀδύνης ὁμιλεῖν σφίσιν ἔγνω, καὶ τοῖς μὲν πλήθεσιν ἄλλως ἐς χάριν ποιεῖν, τοὺς δέ γ' ἄρχοντας σφῶν εἰσαγαγεῖν τε