209
καὶ τὰ προσήκοντα εἰπεῖν τε καὶ ἀκοῦσαι. Τότε τοίνυν καὶ παρασκευασάμενος ὡς εἰκὸς καί γε τοὺς οἰκείους ἐφ' ἑκάτερα παραστήσας, αὐτὸς καὶ βίᾳ καθήμενος ἐπὶ σκίμποδος, ὡς ὁ καιρὸς ἐδίδου καὶ τὰ κατ' αὐτὸν πράγματα ἐνεχώρουν, ὀλίγοις τισὶ λόγοις τὴν ἐκείνων ἀφωσιοῦτο θεραπείαν, χάριν μὲν ἔχειν ἐμφαί νων καὶ τῷ Νογᾷ, τὰ κατ' ἀξίωσιν ἐκτελέσαντι, χάριν δ' ἔχειν κἀκείνοις, ὡς προθύμως ἐπὶ βοήθειαν ἀπαντήσασι, δυσχεραίνειν δ' ἐπὶ τῇ νόσῳ, ὅτι μὴ καθαρῶς ἐᾷ τὴν πρὸς αὐτοὺς αὐτοῦ ἐντυχίαν γίνεσθαι, ἐν ἐλπίσι δ' ἔχειν ῥαΐσαι τῆς νόσου καὶ τὰ πρὸς θυμοῦ ἐκτελέσαι, εὖ ἐκείνους ποιοῦντα ὡς ἄξιον. Ταῦτ' εἰπόντος ἐκείνου, τοὺς Τοχάρους σχῆμα μὲν ἀλγούντων ἐνδεί ξασθαι, σχῆμα δὲ καὶ ἐλπιζόντων αὖθις ἐμφαίνειν ὡς ῥαΐσει τε τὸ πάθος μετ' οὐ πολὺ καί γε σφίσιν ἔσται τὰ ἀπὸ τοῦ βασιλέως καλὰ ὑγιαίνοντος. Καὶ οἱ μὲν ταῦτα· ἡ νόσος δὲ ἐπεδίδου καὶ τὰ ἑαυτῆς πληροῦν ἔμελλεν. Ὡς γοῦν ἡ κυρία ἐνέστη καὶ ἤδη τὰ τοῦ θανάτου, καὶ μᾶλλον τοῖς ἰατροῖς, προσδόκιμα ἦν, τῷ μὲν ἀκτουαρίῳ Καβάσιλᾳ οὐκ ἀσφαλὲς τὸ ὑπομιμνῄσκειν τὰ τοῦ κινδύνου ἐδόκεινομίζεται γὰρ τοῖς νοσοῦσι καὶ τοῦτο μοῖρα θανάτου, ὥσπερ ἂν εἰ αἴτιον ἦν ἐπὶ τούτοις τὸ λέγειν τοῦ γίνεσθαι, ἀφεῖναι δὲ πάλιν ἀπελθεῖν ἀνέτοιμον οὐ τῶν καλῶν ἐδοκίμαζε. Τῷ τοι καὶ προσελθὼν τῷ ἐξ ἐκείνου βασιλεῖ Ἀνδρονίκῳ, ἐθάρρει τὸν λόγον τῆς ἀποφάσεως, ὡς οὐ βιώσοντος ἔτι τοῦ βασιλέως. Καὶ ὃς οὐδ' αὐτὸς ὑπομιμνῄσκειν τὸ ἀπευκταῖον ἐθάρρει, ὅμως δὲ τὴν ἑτοιμασίαν σοφίζεται. Εὐθὺς γὰρ τὰ τοῦ δεσποτικοῦ θανάτου σύμβολα εὐτρεπίζονται, ἃ λαβὼν ὁ ἱερεὺς τῶν τοῦ κλήρου καὶ εὐλαβῶν, στολισθεὶς ὡς ἔδει, παρίσταταί οἱ ἀνωΐστως πάμπαν, μηδὲν εἰδότι. Ἔτυχε δὲ πρὸς τὸν τοῖχον ὁρῶν βασιλεὺς καὶ τὰ καθ' αὑτόνἦν γὰρ καὶ τοὺς λογισμοὺς ἐρρωμένοςὡς εἶχε διανοούμενος. Ἵστατο γοῦν ὁ πρεσβύτερος παρὰ θάτερα, τὰ ἅγια δῶρα κρατῶν ἐν χερσί, καί, τὴν ἀπ' ἐκείνου καὶ μόνου ἐπιστροφὴν πρὸς αὐτὸν καραδοκῶν, ἐφ' ἱκανὸν σιωπῶν ἵστατο. Ὁ δέ, εἴτε τι τοιοῦτον ὑπονοήσας, εἴτε καὶ ἄλλως ἐπελθὸν αὐτῷ, ἐπεγκλίνει πρὸς τὸν πρεσβύτερον, καὶ ἅμ' εἶδε καὶ ἅμα συνῆκε τὸ δρᾶμα, καί· «Τί, φησί, τοῦτο;» Τοῦ γοῦν ἱερέως ὡς ὑπὲρ αὐτοῦ εὐξάμενοι φέρουσιν εἰς βοήθειαν καὶ τὰ δῶρα τὰ εἰς ὑγείαν συνοίσοντα λέγοντος, αὐτὸς διακόψας ἀναθαρρεῖ καὶ τῆς κλίνης ἀνέγρεται καὶ ζητεῖ ζώνην καὶ τὸ ἅγιον διέξεισι 667 σύμβολον καί, τό· Κύριε, ῥῦσαί με ἐκ τῆς ὥρας ταύτης, εἰπὼν καὶ τὰ εἰκότα ποτνιασάμενος πρὸς τὸν Ὕψιστον, τὴν ἁγίαν μετάληψιν δέχεται καί, πεσὼν αὖθις καὶ καιρὸν ἐπισχών, τὴν ψυχὴν ἀφίησι. Καὶ δὴ τελευτήσας οὐχ ἧττον τοῖς τῶν Τοχάρων ἢ τῶν οἰκείων τετίμηται δάκρυσιν· οὗ τὸν νεκρὸν τὸ τάχος οἱ εἰς τοῦτο ταχθέντες συστείλαντες νυκτὸς παρὰ τὴν Νέαν Μονήν, ἐγγύς που τῶν ἐκεῖ κειμένην, μετακομίζουσι. Καὶ οὕτως ἀπέρχεται βασιλεύς, ζήσας μὲν τὰ σύμπαντα ἔτη πεντήκοντα καὶ ὀκτώ, βασιλεύσας δέ, ἡμερῶν δεουσῶν εἴκοσι, τὰ εἴκοσι τέσσαρα. Ὑποδεῖται μὲν γὰρ τὰ τῆς βασιλείας ἐρυθρὰ ἑκατομβαιῶνος πρώτῃ, ὡς λέλεκται, θνῄσκει δὲ σκιροφοριῶνος ἑνδεκάτῃ, ἡμέρᾳ παρασκευῇ. Καὶ οὕτω καὶ τὸ ἐπ' αὐτῷ σημεῖον ἐτελειοῦτο· ἦν γὰρ ἐκ πῖ στοιχείου τριγράμματον τὸ ἐπ' ἐκείνῳ σύμβολον. ∆ήλωσις δ' οἶμαι ταῦτα τοῦ τε κατ' ἐπίκλην αὐτῷ λεγομένουΠαλαιολόγος γάρ, τοῦ τόπου καθ' ὃν ἔμελλε τελευτᾶν τὰ Παχωμίου γὰρ τὸ χωρίον ἐλέγετοκαὶ τῆς ἐπιτελευτίου ἐπὶ τούτοις ἡμέρας· ἡμέρα γὰρ ἦν παρασκευὴ καθ' ἣν ταῦτ' ἐπράττετο, ἑνδεκάτη, ὡς εἴρηται, σκιροφοριῶνος τοῦ #22ψαʹ ἔτους.