ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΝΕΚΤΑΡΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΤΟΙΣ ΚΑΙΣΑΡΕΥΣΙΝ ΑΠΟΛΟΓΙΑ ΠΕΡΙ ΤΗΣ ΑΠΟΧΩΡΗΣΕΩΣ
ΑΘΑΝΑΣΙῼ, Τῼ ΠΑΤΡΙ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ
Τῌ ΕΚΚΛΗΣΙᾼ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
Τῌ ΕΚΚΛΗΣΙᾼ ΑΓΚΥΡΑΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΓΡΗΓΟΡΙῼ ΑΔΕΛΦῼ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΟΥΣΙΑΣ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΣ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
Τῌ ΕΚΚΛΗΣΙᾼ ΠΑΡΝΑΣΣΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΑΠΑΙΤΗΤῌ ΧΡΗΜΑΤΩΝ
ΤΟΙΣ ΑΓΙΩΤΑΤΟΙΣ ΑΔΕΛΦΟΙΣ ΚΑΙ ΕΠΙΣΚΟΠΟΙΣ ΤΟΙΣ ΕΝ Τῌ ΔΥΣΕΙ
ΠΡΟΣ ΚΑΙΣΑΡΙΑΝ ΠΑΤΡΙΚΙΑΝ ΠΕΡΙ ΚΟΙΝΩΝΙΑΣ
ΔΙΑΚΟΝΟΙΣ ΘΥΓΑΤΡΑΣΙ ΤΕΡΕΝΤΙΟΥ ΚΟΜΗΤΟΣ
Τῼ ΚΗΔΕΜΟΝΙ ΤΩΝ ΚΛΗΡΟΝΟΜΩΝ ΙΟΥΛΙΤΤΗΣ
ΠΕΤΡῼ ΑΡΧΙΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ
ΑΣΧΟΛΙῼ ΜΟΝΑΖΟΝΤΙ ΚΑΙ ΠΡΕΣΒΥΤΕΡῼ
ΑΜΦΙΛΟΧΙῼ ΧΕΙΡΟΤΟΝΗΘΕΝΤΙ ΕΠΙΣΚΟΠῼ ΤΟΥ ΙΚΟΝΙΟΥ
ΑΝΤΙΟΧῼ ΠΡΕΣΒΥΤΕΡῼ ΑΔΕΛΦΙΔῼ ΣΥΝΟΝΤΙ ΕΝ Τῌ ΕΞΟΡΙᾼ
ΣΩΦΡΟΝΙῼ ΜΑΓΙΣΤΡῼ ΕΥΜΑΘΙΟΥ ΕΝΕΚΕΝ
ΕΥΦΡΟΝΙῼ ΕΠΙΣΚΟΠῼ ΚΟΛΩΝΕΙΑΣ ΑΡΜΕΝΙΑΣ
ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΚΛΗΡΙΚΟΙΣ
ΤΟΙΣ ΚΑΤΑ ΝΕΟΚΑΙΣΑΡΕΙΑΝ ΛΟΓΙΩΤΑΤΟΙΣ
ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΟΛΩΝΙᾼ ΚΛΗΡΙΚΟΥΣ
ΠΡΟΣ ΤΟΥΣ ΚΛΗΡΙΚΟΥΣ ΝΙΚΟΠΟΛΕΩΣ
ΠΡΟΣ ΙΤΑΛΟΥΣ ΚΑΙ ΓΑΛΛΟΥΣ ΕΠΙΣΚΟΠΟΥΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑΣΤΑΣΕΩΣ ΚΑΙ ΣΥΓΧΥΣΕΩΣ ΤΩΝ ΕΚΚΛΗΣΙΩΝ
ΠΑΤΡΟΦΙΛῼ ΕΠΙΣΚΟΠῼ ΤΗΣ ΕΝ ΑΙΓΕΑΙΣ ΕΚΚΛΗΣΙΑΣ
ΕΠΙΣΚΟΠΟΙΣ ΤΗΣ ΠΟΝΤΙΚΗΣ ΔΙΟΙΚΗΣΕΩΣ
ΠΕΛΑΓΙῼ ΕΠΙΣΚΟΠῼ ΛΑΟΔΙΚΕΙΑΣ ΣΥΡΙΑΣ
ΠΡΟΣ ΤΟΥΣ ΜΟΝΑΖΟΝΤΑΣ ΚΑΤΑΠΟΝΗΘΕΝΤΑΣ ΥΠΟ ΤΩΝ ΑΡΕΙΑΝΩΝ
ΠΑΛΛΑΔΙῼ ΚΑΙ ΙΝΝΟΚΕΝΤΙῼ ΜΟΝΑΖΟΥΣΙΝ
ΒΑΡΣῌ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙᾼ ΟΝΤΙ
ΕΥΛΟΓΙῼ ΑΛΕΞΑΝΔΡῼ ΑΔΕΛΦΟΚΡΑΤΙΩΝΙ ΕΠΙΣΚΟΠΟΙΣ ΑΙΓΥΠΤΙΟΙΣ ΕΞΟΡΙΣΘΕΙΣΙΝ
ΒΑΡΣῌ ΕΠΙΣΚΟΠῼ ΕΔΕΣΣΗΣ ΕΝ ΕΞΟΡΙᾼ ΟΝΤΙ
ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΑΡΙΝΘΑΙΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΕΥΣΕΒΙῼ ΕΤΑΙΡῼ ΣΥΣΤΑΤΙΚΗ ΕΠΙ ΚΥΡΙΑΚῼ ΠΡΕΣΒΥΤΕΡῼ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ Τῌ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΠΡΟΣΤΑΣΙᾼ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΓΥΝΑΙΚΟΣ ΚΑΤΑΠΟΝΟΥΜΕΝΗΣ
ΠΑΤΡΙ ΣΧΟΛΑΣΤΙΚΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΠΡΟΣ ΤΗΝ ΟΜΟΖΥΓΟΝ ΒΡΙΣΩΝΟΣ ΠΑΡΑΜΥΘΗΤΙΚΗ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΕΝΑΡΕΤΟΙΣ ΑΝΔΡΑΣΙΝ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΥΠΕΡ ΚΑΤΑΠΟΝΟΥΜΕΝΟΥ
ΑΝΕΠΙΓΡΑΦΟΣ ΕΠΙ ΦΙΛῼ ΣΥΜΠΑΣΧΑΣΑΙ
ΕΚ ΤΗΣ ΕΠΙΣΤΟΛΗΣ ΑΥΤΟΥ ΠΡΟΣ ΙΟΥΛΙΑΝΟΝ ΤΟΝ ΠΑΡΑΒΑΤΗΝ
Letter CCCVII.
Without address.
[A request to mediate between two litigants.]
ΑΝΕΠΙΓΡΑΦΟΣ
[1] Διωθοῦνται πολλάκις καὶ τὰς χρηστὰς διανοίας αἱ φιλόνεικοι φύσεις καὶ κρίνουσι καλὸν καὶ χρήσιμον οὐ τὸ πᾶσι τοῖς ἄλλοις δοκοῦν, κἂν ᾖ λυσιτελές, ἀλλὰ τὸ μόνοις αὐτοῖς ἀρέσκον, κἂν ἐπιζήμιον ᾖ. Τὸ δὲ αἴτιον ἄνοια καὶ σκαιότης τρόπων οὐ προσέχουσα ταῖς παρ' ἑτέρων συμβουλίαις, μόναις δὲ πιστεύουσα γνώμαις οἰκείαις καὶ τοῖς ὑποπίπτουσι λογισμοῖς. Ὑποπίπτουσι δὲ οἷς χαίρουσι, χαίρουσι δὲ οἷς βούλονται. Ὁ δὲ ἃ βούλεται νομίζων λυσιτελῆ οὐκ ἔστιν ἀσφαλὴς τοῦ δικαίου κριτής, ἀλλ' ἔοικε τυφλοῖς ὑπὸ τυφλῶν ὁδηγουμένοις. Ἐντεῦθεν καὶ προσπταίει ζημίαις εὐκόλως καὶ τοῦ συμφέροντος διδάσκαλον ἔχει τὴν πεῖραν. Τοῦτο τοίνυν ὑπομένει τὸ πάθος ὁ τῷ παρόντι συνεζευγμένος ἀνδρί. Δέον γὰρ τὴν κρίσιν ἐπιτρέψαι φίλοις κοινοῖς, μᾶλλον δὲ παρὰ πολλοῖς πολλάκις κριθεὶς οἷς ἔμελε τοῦ δικαίου καὶ τῆς ἀληθείας, νῦν ἔδραμεν ἐπ' ἄρχοντας καὶ τὴν τῶν δικαστηρίων κρίσιν καὶ αἱρεῖται πολλὰ ζημιωθεὶς ὀλίγα κερδᾶναι. Αἱ δὲ παρὰ ἄρχουσι κρίσεις οὐδὲ τὴν νίκην ἀζήμιον φέρουσι. Γενοῦ δὴ βοηθός, ὦ φίλη κεφαλή, μάλιστα μὲν ἀμφοτέροις τοῖς κρινομένοις (εὐσεβὲς γὰρ) κωλύων τὴν εἴσοδον τὴν πρὸς τὸν ἄρχοντα καὶ γινόμενος αὐτοῖς ἀντ' ἐκείνου δικαστής. Εἰ δὲ ἀπειθεῖ θάτερος καὶ μάχεται ταῖς ψήφοις, σύμπραξον τῷ ἀδικουμένῳ καὶ πρόσθες τὴν παρὰ σοῦ ῥοπὴν τῷ ζητοῦντι τυχεῖν τῶν δικαίων.