Ἀθήνας ὁ στόλος, αἵ σε τοῖς πόθοις οὕτως ἐξέκαυσαν ὡς καὶ ἐπ' αὐτῆς περιφέρειν γλώττης τὸν ἔρωτα. Τί δὲ ὀκνεῖς τὴν ἀπόκρισιν τοῦ κοινοῦ πάντων ἀγάλματος μετασκηνοῦν παρ' ἑτέρους μέλλοντος; Κιμμερίους μὲν δή, δῆμον ἑσπέριον, ἀφείλετο μῦθος τὸν ἥλιον, εἶτα φοβηθεὶς τὸν ἔλεγχον ἀμφιβόλοις ῥήμασι κρύψαι τὴν φήμην ἐσπούδασεν· ἡμᾶς δὲ οὐδεὶς ποιητὴς ψεύδεσθαι δόξειε μετὰ τὴν σὴν ἀποδημίαν ἀφελέσθαι θέλων τὸν ἥλιον. Ὦ φίλη πατρίς, νῦν σε ὄντως ἀδικήσας αἰσθάνομαι, τοὺς σοὺς ὑπεριδὼν ἔρωτας, ἐραστῇ θέλων ἀπίστῳ πάντα χαρίσασθαι. Ἀλλὰ μικροῦ τῷ νόμῳ τῷ περὶ τούτων ἑπόμενος, εἰς ἀκοσμίαν τὸν λόγον ἔτρεψα, καίτοι μοι τῶν θεῶν πληρούντων τὸν πόθον· πάλιν γὰρ σκῆπτρα, πάλιν τῆς δίκης οἱ θρόνοι. Τοῦτον Ἐφύρα μὲν ἤνεγκε, πόλις οὐ μόνον καλλωπιζομένη μύθοις πρὸς τὸ θαυμάζεσθαι, οἷα τῶν Ἑλληνίδων αἱ πλείονες, ἀλλ' ὀφθαλμῷ κριτῇ τὴν εὐδαιμονίαν προβάλλουσα. Οὕτω καὶ τὸ τούτου γένος μυρίοις μὲν λόγοις, μυρίοις δὲ ἔργοις καὶ παραπλησίοις ἀγάλλεται. Μνηστέον ἤδη καὶ αὐτοῦ τοῦ γένους, οὔτι παντός· κάμοι γὰρ ἄν (οἶμαι) καὶ ἱστορία τοσοῦτον πλῆθος φροντίζουσα. Οἱ ἀπ' ἐκείνων τῶν γάμων ἀποβλαστήσαντες εἰκώ τινα τῆς ἐκείνου σοφίας τοῖς τῆς ψυχῆς ἔφερον ἀγάλμασι. Προσκλύζων κόλπος Ἰόνιος λεαίνει τὴν θῖνα τῷ κύματι. Κατὰ δὴ ταύτης τῆς ᾐόνος χορὸς Νηρηΐδων ἐχόρευε, λευκαὶ πᾶσαι, γάλα αὐτό, οἷον ἂν ἐκεῖνο γένοιτο τέχναις ποιμένων ἱστάμενον, γλαυκαὶ τὸ ὄμμα, κομῶσαι τῷ βρύῳ, ἔτι λευκὸν τὸν ἐκ τῆς θαλάττης ἄφρον ἐξ ἄκρων πλοκάμων στάζουσαι. Ἡ δὲ ἀντερᾷ τοῦ νυμφίου, καὶ δώρῳ πιστοῦται τὸν γάμον· ἀναδίδωσι γὰρ ἐκ μέσης θαλάττης πηγήν. Ἡ δέ, ὥσπερ ἐπισταμένη τοῦ χάριν ὑπὸ τῆς νύμφης ἐγένετο, κλέπτει μὲν τοῖς ἄλλοις πλωτῆρσι τὰ νάματα, μόνοις δὲ τηρεῖ τοῖς ἐκ τῆς νύμφης τὴν πότιμον φιλοτησίαν ἀρύσασθαι. Ὅπερ καὶ κατὰ τῆς Ἀρεθούσης ἀνύμνηται. Εὐμαθὴς ἔστω ψυχή, ταχεῖα σύνεσιν, μνήμῃ συμφυής, ἕτοιμος πρὸς λόγους, δεινὴ μὲν κρύπτειν, κρείττων λανθάνειν (σοφώτερον δὲ τοῦτο καὶ ἅμα θεοῖς προσφιλέστερον), δεινοτέρα δὲ φωρᾶσαι τὸν ἐντυχόντα· κρείττων ἡδονῆς, ἥττων φιλίας. Ἄκρος σοφίαν, δεινὸς εἰπεῖν, ἀνάλωτος φιλίᾳ, γενναῖος ἐν φόβοις, ὑψηλὸς ἰδιώτης, ἄρχων ἐπιεικής, τὸν μὲν ἰδιώτην ἀποσεμνύνων φρονήματι, λόγῳ δὲ πραΰνων τὸ τῆς ἐξουσίας αὐθέκαστον. Ἀλλὰ μὴν καὶ τὴν τύχην ἴδοις ἂν ὥσπερ ἐξ οὐρίας τὸν τοῦδε βίον συμπαραπέμπουσαν. Πρεσβύτης τις ἦν σεμνὸς ἰδεῖν, ἀρχαῖος τὸν βίον, τὸν λόγον ὅμοιος. Σοφὸς εἰπεῖν, ἀμείνων ἀκοῦσαι, τὰ πάντα γενναῖος. Πλήρης δὲ ὢν ἤδη τοῦ κλέους, καὶ πᾶσαν εἰς ἑαυτὸν ἐπιστρέφων τὴν Ἑλλάδα, διαβαίνει καὶ εἰς βασιλέα τῷ θαύματι πρὶν ὑπηνήτης γενέσθαι, πρὶν καθερπύσαι τὸν πρῶτον ἴουλον. Ποιητοῦ δὲ ἄρα ἦν ἐνταῦθα τοῦ λόγου ῥόδοις μὲν ἀναπλέξαι τὸν στέφανον, ἄγειν δὲ ἐξ Ἑλικῶνος τὰς Μούσας. Περὶ τὴν πόλιν ἐκείνην, ἣν ἀπὸ Γαδείρων Εὐρώπη λήγουσα πορθμῷ θαλάσσης πρὸς τὴν Ἀσίαν μερίζεται. Ἤλασεν οὗτος καὶ κατ' Ἴστρου, καὶ ποταμὸν οὐκ ἔδεισε βάρβαρον κρυστάλλῳ πεδία μιμούμενον. Ἐπεὶ δὲ θεὸς πρὸς πᾶσαν αὐτὸν ἀρετὴν ἀκριβῶσαι βουλόμενος, καὶ ἀπ' ἐναντίας ποτὲ τὸ πνεῦμα τῆς τύχης ἔστησεν, ἵν' οἷος ἦν, τοιοῦτος τὴν γνώμην καὶ ἐν τρικυμίαις πραγμάτων καὶ χειμῶνι βίου δειχθείη τε πᾶσι καὶ κατ' αὐτὸ τὸ μέρος εὐδοκιμήσῃ, τίς ἐνταῦθα ποιητὴς ἢ λόγων συνθέτης φωνὴν ἀξίαν τοῖς ὑπὸ τούτου κατειργασμένοις συμβάλ λοιτο; Οὐδὲ Σικελικήν τινα Σκύλλαν καὶ Χάρυβδιν, ἀνδρῶν δὲ ἀτασθάλων ὑπὲρ τὸν ἄγριον ἐκεῖνον τὸν Σικελικόν, τὸν ποιμένα, τὸν Κύκλωπα, μυρίας ἐπ' αὐτὸν κινηθείσας φάλαγγας, οὐκ ἀγχεμάχοις ὅπλοις οὐδὲ ξυστοῖς τε καὶ δόρασιν, ἀλλὰ φρονήσει καὶ λόγῳ κατὰ γῆς ἁπάσης ἐστόρεσεν. Ὁ δὲ δὴ τῶν Τελχίνων τε ἡγεμὼν καὶ κορυφαῖος καλούμενος, πληγὴν καιρίαν δεξάμενος, στένει δακρύων τὸν πόλεμον. Ἀσία πᾶσα, οὐχ ἣν νῦν οὕτω προσαγορεύομεν τὴν τῆς ὅλης ἐπωνυμίαν ἠπείρου τῷ μέρει μόνῳ τιθέμενοι, ἄρχεται μὲν ἀπ' Ἰνδῶν ἄνω, πρὸς μὲν ἕω καὶ ἄρκτον Ἐρυθρῷ κόλπῳ καὶ Φάσιδι, πρὸς δὲ μεσημβρίαν καὶ ἀπιόντα