Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ἀληθεῖς ἐλάσαι ποτὲ τὰς περὶ Θεοῦ, ἤγουν εἰς τὴν τῇ θεότητι πρέπουσαν ἀναπηδήσαι διάληψιν· πῶς γὰρ ὅλως διὰ πυρὸς, καθάπερ ἀπό τινος εἰκόνος, ἴοιμεν ἂν ἐπὶ τὸ ἀρχέτυπον, τουτέστι, τὸν Πατέρα καὶ Θεόν; ἀγαθὸς μὲν γὰρ ὁ Θεὸς τῇ φύσει, καὶ πρός γε τούτῳ 2.426 δημιουργὸς, τὰ οὐκ ὄντα ποτὲ καλῶν εἰς γένεσιν, καὶ συνέχων εἰς τὸ εἶναι τὰ πάντα, καὶ ζωογονῶν, αὐτὸς σοφία καὶ δύναμις, χρηστὸς καὶ οἰκτίρμων καὶ ἐλεήμων. τούτων δὲ τὸ παράπαν οὐδὲν ἐν πυρί. οὐ γὰρ ἂν οἴοιτό τις, εἴ γε νοῦν ἔχοι, χρηστὸν καὶ φιλάνθρωπον εἶναι τὸ πῦρ, οὐδὲ ἐρεῖ τις σωφρονῶν, ὡς εἴη μὲν δημιουργικὸν, σοφόν τε καὶ ζωογόνον. εἶτα πῶς ἄν τις, εἰπέ μοι, διὰ πυρὸς τὰς περὶ τῆς ἀληθοῦς θεότητος ἐννοίας συλλέξειεν; ἢ πῶς ἂν ἐν ἐσόπτρῳ καὶ αἰνίγματι θεωρήσειέ τι τῶν ἐμπεφυκότων αὐτῇ; τίς οὖν ἄρα, φησὶν, ὁ λόγος, ἢ ποία γέγονε πρόφασις εἰς πῦρ ἀνα πείθουσα χρηματίζεσθαι τὸν Θεὸν ἐν τῷ ὄρει Σινᾷ; ἐροῦμεν ὅτι ἀρχομένων τῶν ἐξ Ἰσραὴλ κατ' ἐκεῖνο δὴ μάλιστα καιροῦ τῆς εἰς εὐσέβειαν παιδαγωγίας, καὶ ὥσπερ τινὰ κανόνα ποιεῖσθαι μελλόντων τῆς οἰκείας ζωῆς τὸν διορθώ σασθαι μέλλοντα νόμον, ἔδει τότε δὴ μάλιστα κολαστήν τινα καὶ φοβερὸν αὐτοῖς φαίνεσθαι τὸν Θεὸν, ἵν' εἰδέναι ἔχοιεν οἱ παραβαίνοντες, ὅτι πρὸς πῦρ ὁ λόγος αὐτοῖς. διὰ γάρ τοι τοῦτο καὶ ὁ μέγας Μωυσῆς τοῖς ἐξ Ἰσραὴλ προσε φώνει λέγων "Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί." καὶ οὐ δήπου φαίημεν ἂν ὅτι τὴν τοῦ Θεοῦ φύσιν ἐξηγούμενος, πυρὶ παρείκαζεν αὐτὴν ὁ οὕτω σοφώτατος, ὠνόμαζε δὲ οὕτω τὸν Θεὸν, ὡς ἐκ πολλῆς ἄγαν μισοπονηρίας, πυρὸς δίκην τοῦ παμφάγου δαπανᾶν τε καὶ ἀναλίσκειν οὐ παραιτουμένου τοὺς καταφρονοῦντας αὐτοῦ. οὐκοῦν οὐκ ἐξ ὧν ἔστι κατὰ φύσιν, Θεὸς διὰ πυρὸς γνωρίζεται· τὸ δὲ οὕτως ὠνομάσθαι καὶ ὦφθαι τότε πρὸς τὸ τοῖς ἀκροωμένοις ἐλήφθη λυσιτελές. ἴωμεν δὴ λοιπὸν ἐπὶ τὴν ἀληθῆ καὶ ἀκριβεστάτην τοῦ Πατρὸς θεωρίαν, τουτέστι τὸν Υἱόν. εἰκόνα γὰρ αὐτὸν ὀψόμεθα τοῦ γεννήσαντος, τοῖς ἐνοῦσιν αὐτῷ πλεονεκτή μασι τὸν τῆς διανοίας ἐνερείσαντες ὀφθαλμόν. ἀγαθὸς τοιγαροῦν ὁ Θεὸς καὶ Πατὴρ κατὰ φύσιν, τοιοῦτον ὄντα 2.427 καὶ τὸν Υἱὸν εὑρήσομεν. πῶς γὰρ οὐκ ἀγαθὸς, ὁ τοσαύτην δι' ἡμᾶς ὑπομείνας ταπείνωσιν, καὶ ἐλθὼν "εἰς τὸν κόσμον "ἁμαρτωλοὺς σῶσαι," καὶ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ αὐτῶν; δυνατὸς ὁμοίως ὁ Πατὴρ, οὕτως ἔχει καὶ ὁ Υἱός· τί γὰρ ἂν εἴη τὸ δυνατώτερον τοῦ καὶ αὐτοῖς ἐπιτάττοντος τοῖς στοιχείοις, καὶ θαλάττῃ μὲν ἐπιτιμῶντος καὶ πνεύμασιν, ἀναστοιχειοῦντος δὲ πρὸς ὅπερ ἂν βούλοιτο τῶν πραγμάτων τὰς φύσεις, καὶ καθαρισθῆναι μὲν ἐπιτάττοντος τῷ λεπρῷ, τὸ δὲ βλέπειν διδόντος τοῖς τυφλοῖς, ἐν ἐξουσίᾳ θεοπρεπεῖ. ζωὴ κατὰ φύσιν ὁ Πατήρ· ζωὴ πάλιν ἐστὶ καὶ ὁ Υἱὸς, ζωοποιῶν τοὺς κατεφθαρμένους, καὶ τὸ τοῦ θανάτου κατα στρέφων κράτος, διά τε τοῦτο τοὺς νεκροὺς ἀνιστάς. εἰκότως οὖν ἄρα φησὶ πρὸς Φίλιππον Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. ἐξὸν γάρ σοι, φησὶν, εὖ μάλα περιαθρεῖν ἐν ἐμοί τε καὶ ἐξ ἐμοῦ τὸν γεννήσαντα, τίνα τρόπον ἕτερον τῆς θεοπτίας αἰτεῖς, καίτοι τῆς δοθείσης ἀρχαιοτέροις τὴν ἀμείνω λαχὼν, καὶ ἀληθεστάτῃ περιτυχὼν εἰκόνι, τουτέστιν ἐμοί; Οὐ πιστεύεις ὅτι ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστιν; Ἐγὼ μὲν, φησὶν, ὦ Φίλιππε, τὴν τοῦ γεννήσαντος φύσιν ἐν ἐμαυτῷ καταγράφων, εἰκών εἰμι τῆς οὐσίας αὐτοῦ, μεμορ φωμένος δηλονότι κατ' ἐκεῖνον, οὐχ ὡς ἂν οἴοιτό τις ταῖς ἔξωθεν δόξαις, ἀλλ' οὐδὲ ξένοις ἢ ἐπακτοῖς λελαμπρυσμένος πλεονεκτήμασιν· ἀλλ' ἐν ἰδίᾳ φύσει φορῶν τὰ τοῦ γεννή σαντος ἴδια, καὶ τοῦτο ὑπάρχων ἀληθῶς, ὅπερ ἂν εἴη κἀκεῖνος, κατά γε τὸν ἐν ταυτότητι λόγον, τῇ κατ' οὐσίαν φημί. σὺ γὰρ δὴ πάλιν πρὸς ταῦτα ἐρεῖς· οὐ γὰρ διετέθης ἄρα λοιπὸν, ὡς ἐγὼ μὲν ἐν τῷ πατρὶ, ὁ πατὴρ δὲ αὖ πάλιν ἐστὶν ἐν ἐμοί. καίτοι καὶ οὐχ ἑκόντα, φησὶν, ἐκβιάσεταί σε λοιπὸν ἡ τῶν εἰρημένων δύναμις εἰς τὴν ἐπὶ τούτῳ συναί 2.428 νεσιν. οὐκοῦν, ἅπερ ἂν φαίην ἐγὼ, ταῦτα δὴ πάντως ἐστὶ τοῦ Πατρὸς, καὶ ἅπερ ἂν ἐργασαίμην ἐγὼ, ὁ Πατὴρ ἐργά ζεται. φησὶ δὲ ταῦτα ὁ Χριστὸς, οὐχ ὡς τοῖς ἑτέρου τυχὸν ἀποκεχρημένος ῥήμασιν, οὔτε μὴν ὡς ἐν προφήτου τάξει καὶ μέτρῳ τὰς ἄνωθεν καὶ παρὰ Πατρὸς