Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
καὶ πάλιν "Ὑμεῖς, φησὶν, ὃ ἀπ' ἀρχῆς 2.454 "ἠκούσατε ἐν ὑμῖν μενέτω· ἐὰν γὰρ ἐν ὑμῖν μείνῃ ὃ ἀπ' "ἀρχῆς ἠκούσατε, καὶ ὑμεῖς ἐν τῷ Υἱῷ καὶ ἐν τῷ Πατρὶ "μενεῖτε." καὶ τί τὸ ἀπ' ἀρχῆς, ὅπερ ἡμῖν διακελεύεται μένειν, ἵνα ἡμεῖς ὦμεν ἐν Θεῷ, αὐτὸς ἡμῖν οὐδὲν ἧττον σαφηνιεῖ λέγων "Ὅτι αὕτη ἐστὶν ἡ ἐπαγγελία ἢν ἠκούσατε "ἀπ' ἀρχῆς, ἵνα ἀγαπᾶτε ἀλλήλους." ἀκούεις ὅπως ἐσμὲν ἐν Θεῷ, τὴν ἀγάπην δηλονότι τὴν εἰς ἀλλήλους ἐπιτηδεύοντες, καὶ τὴν τοῦ Σωτῆρος ἰχνηλατεῖν ἀρετὴν καθ' ὅσον ἔνι σπουδάζοντες· ἀρετὴν δὲ φημὶ, οὐ τὴν ἐν τῷ δύνασθαι κτίζειν οὐρανοὺς, ἢ ποιεῖν ἀγγέλους, ἢ καθιδρῦσαι γῆν, ἢ θάλασσαν ἐξαπλοῦν, οὔτε μὴν τὴν ἐν ἐκείνῳ, καθ' ὃ ἀῤῥήτῳ καὶ ἀπεριεργάστῳ δυνάμει, λόγῳ μὲν πνευμάτων ἐκοίμισε βίας, διανίστη δὲ τοὺς τεθνηκότας, ἤγουν τοῖς τυφλοῖς ἐχαρίζετο τὸ βλέπειν, ἢ τῷ λεπρῷ καθαρίζεσθαι μετὰ πολλῆς τινος τῆς ἐξουσίας ἐπέταττεν· ἐκείνην δὲ μᾶλλον, ἥπερ ἂν ἁρμόττοι τοῖς τῆς ἀνθρωπότητος μέτροις. εὑρήσομεν αὐτὸν, ὥσπερ οὖν ὁ Παῦλός φησι, λοιδορηθέντα μὲν παρὰ τῶν ἀνοσίων Ἰουδαίων, οὐκ ἀντιλοιδορήσαντα δὲ, ἀλλὰ πάσχοντα μὲν, οὐκ ἀπειλήσαντα δὲ, παραδόντα δὲ μᾶλλον τῷ κρίνοντι δικαίως· εὑρήσομεν αὐτὸν λέγοντα πάλιν "Μάθετε ἀπ' "ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε "ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν." Οὐκοῦν διὰ μὲν τῶν τοσούτων κατορθωμάτων μιμεῖσθαι σπουδάζοντες τὸν ἁπάσης ἡμῖν ἀρετῆς ἡγεμόνα Χριστὸν, ἔν τε τῷ Πατρὶ καὶ ἐν αὐτῷ μένειν λεγόμεθα, γέρας ὥσπερ καὶ ἀντιμισθίαν τῆς ἐν βίῳ σεμνότητος τὸ πρᾶγμα κερδαίνοντες. ὁ δὲ Υἱὸς οὐκ ἐκ τούτων ἡμᾶς τὴν ἐνοῦσαν αὐτῷ λαμπρό τητα δοκιμάζειν βούλεται, τῇ δὲ τῶν παραδόξων μεγαλειό τητι μετὰ τῆς ἐνούσης ἀγχινοίας προσεσχηκότας διασκέ πτεσθαι δεῖν ἐπιτάττει τὴν ἀπαράλλακτον ἐμφέρειαν, ἢν ἔχει πρὸς τὸν Πατέρα τὸν ἑαυτοῦ, πιστεύειν τε οὕτω λοιπὸν, 2.455 ὡς ἐπείπερ ἐστὶν ὁμοούσιος, ἔχει μὲν ἐν ἑαυτῷ τὸν γεννή σαντα, ἐνυπάρχει δὲ καὶ αὐτὸς αὐτῷ· ἢ διδασκέτωσαν παρελθόντες οἱ δι' ἐναντίας, ὅτι γέρας ἔχει, καθάπερ ἡμεῖς, τὸ ἐν τῷ Πατρὶ νοεῖσθαι καὶ αὐτὸς, καὶ πολιτείας τῆς κατὰ νόμον εὐαγγελικὸν, ἀντίῤῥοπον ἀμοιβήν. ἀλλ' οὐδὲν οἶμαι δεινὸν ἐκείνοις φαίνεται καὶ τοῦτο· οἷς γὰρ εἶδος οὐδὲν γλωσσαλγίας ἀνεπιτήδευτον, τί τῶν λίαν ἀπηχεστάτων οὐχ ἱππήλατον; εἰκὸς οὖν ὅτι κἀκεῖνο ἐροῦσιν, ὡς εἴη μὲν ὁ Υἱὸς ἐν Πατρὶ διὰ τοῦτο, ἔχοι δὲ αὖ πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα, ἐπείπερ ταῖς καὶ ἡμῖν ἐφικταῖς ἀρεταῖς ὡς πρὸς αὐτὸν σχηματίζεται. καὶ τί δὴ πάλιν, ὦ βέλτιστοι, φαμὲν, Φιλίππου λέγοντος "Κύριε δεῖξον ἡμῖν τὸν Πατέρα," μὴ πάντας τοὺς ἁγίους ἀποστόλους εἰς εἰκόνα καὶ ὁμοίωσιν ἀκριβῆ τοῦ νοουμένου παραθεὶς ἔφασκεν ὁ Χριστός Τοσούτῳ χρόνῳ μετὰ ἀλλήλων ἐσμὲν, καὶ οὐκ ἔγνωκας τὸν Πατέρα; ἀλλ' οὐδένα τῶν ἄλλων ἑαυτῷ συνεισδέχεται, μόνον δὲ μόνῳ παραθεὶς τῷ Πατρὶ, ὡς μικρὰ μὲν κομιδῇ παρατρέχει τὰ ἡμέτερα, οὐκ ἐν τούτοις δὲ ἀκριβῶς τὴν θείαν οὐσίαν ἐξει κονίζεσθαι θέλων, ἑαυτῷ τετήρηκε μόνῳ τὴν εἰς ἄκρον ἐμφέρειαν. ὁ γὰρ ἑωρακὼς ἐμὲ, φησὶ, τὸν Πατέρα ἑώρακεν. εἶτα τούτοις ἐπήνεγκεν εὐθύς "Πιστεύετε ὅτι ἐγὼ ἐν τῷ Πατρὶ "καὶ ὁ Πατὴρ δὲ ἐν ἐμοὶ ἐστίν." ὅπου γὰρ ἀπαραλλάκτως ἔχει κατά γε τὴν εἰσάπαν ἐμφέρειαν, πῶς οὐκ ἂν ἔχοι λοιπὸν αὐτὸς μὲν ἐν ἑαυτῷ τὸν Πατέρα, ἔχεται δὲ ὥσπερ ὑπὸ τοῦ Πατρός; ἐννόει γάρ τι τοιοῦτον, καὶ πρὸς ἀπόδειξιν δέχου τῶν εἰρημένων. ἆρα γὰρ, εἴ τις τὸ Ἁβραὰμ, ἤγουν ἑτέρου τινὸς ἀνθρώπου τυχὸν εἰς μέσον ἀγάγοι παιδίον, εἶτα τὴν τοῦ τεκόντος αὐτὸ διερωτοίη φύσιν, τίς τε ὅλως εἴη καὶ ποδαπὸς ὁ τεκὼν βούλοιτο μαθεῖν, οὐκ ἂν εὐλόγως ἐφώνησε, μᾶλλον δὲ τὴν οἰκείαν ἐπέδειξε φύσιν, λέγων Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα· ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ δὲ 2.456 ἐν ἐμοί ἐστιν; εἶτα πρὸς ἀπόδειξιν τοῦ τὴν ἀλήθειαν εἰπεῖν, οὐκ ἂν παροίσαι πρέποντως τὴν ἐν τοῖς ἀνθρωπίνοις ἔργοις ἤτοι φυσικοῖς πλεονεκτήμασι ταυτότητα λέγων ∆ιὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι, ἔχω γὰρ πάντα καὶ ἐνεργεῖν ἰσχύω τὰ τῇ ἀνθρωπείᾳ προσόντα φύσει. ἀλλ' οἶμαι πᾶς τις ἐρεῖ καὶ συναινέσαι δικαίως, ὅτι λέγοι μὲν ἀληθῆ, δριμεῖαν