Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
Υἱὸς, μαρτυρήσει λέγων ὁ Ἰωάννης ἐν ἰδίαις συγγραφαῖς "Ταῦτα "λέγω, φησὶν, ὑμῖν, ἵνα μὴ ἁμαρτάνητε. καὶ ἐάν τις δὲ "ἁμάρτῃ, παράκλητον ἔχομεν πρὸς τὸν Πατέρα, Ἰησοῦν "Χριστὸν δίκαιον, καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρ "τιῶν ἡμῶν." ἄλλον τοίνυν παράκλητον τὸ Πνεῦμα καλεῖ, ἐν ἰδίαις μὲν ὑποστάσεσι νοεῖσθαι θέλων αὐτὸ, τοσαύτην γεμὴν ἔχον τὴν ἐμφέρειαν ὡς πρὸς αὐτὸν, καὶ ἀπαραλλάκτως οὕτως ἐνεργεῖν ἰσχύον ἅπερ ἂν καὶ αὐτὸς ἐνεργοίη τυχὸν, ὡς αὐτὸν εἶναι δοκεῖν τὸν Υἱὸν, καὶ ἕτερον οὐδέν· Πνεῦμα γάρ ἐστιν αὐτοῦ. καὶ γοῦν τῆς ἀληθείας αὐτὸ κατωνόμασε Πνεῦμα, καὶ διὰ τῶν προκειμένων ἑαυτὸν εἶναι τὴν ἀλήθειαν λέγων. 2.468 Ἀλλ' ἐρεῖ τις εἰκότως τοῖς ἀλλότριον εἶναι νομίζουσι τὸν Υἱὸν τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας Καὶ πῶς, εἰπέ μοι, τὸ τῆς ἀληθείας Πνεῦμα, τουτέστι τὸ τοῦ Υἱοῦ, δίδωσιν ὁ Πατὴρ, οὐχ ὡς ξένον ἢ ἀλλότριον, ἀλλ' ὡς ἴδιον Πνεῦμα, καίτοι καθ' ὑμᾶς διωρισμένον ἔχων τῆς οὐσίας τὸν λόγον πρὸς τὸν Υἱὸν, καὶ Υἱοῦ τὸ Πνεῦμά ἐστιν, οὐ γὰρ ὅτι ἀμφί λογον· πῶς δὲ αὖ πάλιν, εἴπερ ἐστὶν ἑτεροούσιος ὁ Υἱὸς, τὸ τοῦ Πατρὸς Πνεῦμα δίδωσιν, ὡς ἑαυτοῦ; γέγραπται γὰρ ὅτι "ἐνεφύσησε τοῖς μαθηταῖς λέγων Λάβετε Πνεῦμα "Αγιον." ἆρ' οὖν οὐκ οἰήσεταί τις, καὶ μάλα δικαίως, μᾶλλον δὲ καὶ ἀραρότως διακείσεται, ὅτι τῶν τοῦ Θεοῦ καὶ Πατρὸς φυσικῶν ἀγαθῶν οὐσιωδῶς ὑπάρχων κοινωνὸς ὁ Υἱὸς, ἔχει τὸ Πνεῦμα κατὰ τοῦτον τὸν τρόπον καθ' ὅν περ ἂν νοοῖτο καὶ ὁ Πατὴρ, οὐκ ἐπακτὸν οὐδὲ ἔξωθεν· εὔηθες γὰρ, μᾶλλον δὲ μανικὸν τὸ οὕτω φρονεῖν· ἀλλ' ὥσπερ ἡμῶν ἕκαστος τὸ ἴδιον ἐν ἑαυτῷ πνεῦμα συνέχει, καὶ ἐκ τῶν ἐνδο τάτων σπλάγχνων εἰς τὸ ἔξω προχέει. διὰ γάρ τοι τοῦτο καὶ σωματικῶς ἐνεφύσησεν ὁ Χριστὸς, δεικνὺς ὅτι καθάπερ ἐκ στόματος τοῦ ἀνθρωπίνου πρόεισι τὸ πνεῦμα σωματικῶς, οὕτω καὶ ἐκ τῆς θείας οὐσίας θεοπρεπῶς προχεῖται τὸ ἐξ αὐτοῦ. ὅτε τοίνυν αὐτὸ τὸ Πνεῦμα τοῦ τε Θεοῦ καὶ Πατρός ἐστι καὶ τοῦ Υἱοῦ, πῶς οὐχὶ πάντως μίαν ἕξουσι τὴν ἐξου σίαν διῃρημένως τε ἅμα καὶ συνημμένως; Πατὴρ γὰρ ὁ Πατὴρ καὶ οὐχ Υἱὸς, καὶ Υἱὸς ὁ Υἱὸς καὶ οὐχὶ Πατήρ· πλὴν ὁ Πατὴρ ἐν Υἱῷ καὶ ὁ Υἱὸς ἐν Πατρί· δίδωσι γεμὴν τὸν παράκλητον, ἤτοι τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἰδίᾳ μὲν ὁ Πατὴρ, ἰδίᾳ δὲ ὁ Υἱὸς, χορηγεῖται δὲ μᾶλλον τοῖς ἁγίοις παρὰ Πατρὸς δι' Υἱοῦ. διὰ γάρ τοι τοῦτο διδόναι λεγομένου 2.469 τοῦ Πατρὸς, ὁ δι' οὗ τὰ πάντα δίδωσιν ὁ Υἱός· καὶ διδόναι λεγομένου τοῦ Υἱοῦ, ὁ ἐξ οὗ τὰ πάντα δίδωσιν ὁ Πατήρ. Ὅτι δὲ θεῖόν τε τὸ Πνεῦμα, καὶ οὐχ ἑτεροούσιον, ὡς πρὸς αὐτόν τε φημὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν, οὐδενὶ μὲν οἶμαι τῶν εὖ φρονούντων ὑπάρχειν ἀμφίβολον, καὶ ἀναγκαῖος δὲ ἡμᾶς ἀναπείσει λόγος. εἰ γὰρ οὐκ εἶναί τις αὐτό φησιν ἐκ τῆς οὐσίας τοῦ Θεοῦ, πῶς ἂν εἴη Θεοῦ μέτοχος ἡ κτίσις ἔτι λαβοῦσα τὸ Πνεῦμα; κατὰ τίνα δὲ τρόπον ναοὶ Θεοῦ χρη ματιοῦμεν καὶ ἐσόμεθα, κτιστὸν ἢ ἀλλογενὲς κομιζόμενοι πνεῦμα, καὶ οὐχὶ μᾶλλον τὸ ἐκ Θεοῦ; πῶς δὲ θείας φύσεως κοινωνοὶ, κατὰ τὰς τῶν ἁγίων φωνὰς, οἱ Πνεύματος μέτοχοι, εἰ τοῖς γενητοῖς ἐναρίθμιόν ἐστι, καὶ οὐχὶ μᾶλλον ἐξ αὐτῆς ἡμῖν τῆς θείας φύσεως πρόεισιν, οὐ διικνούμενον δι' αὐτῆς εἰς ἡμᾶς ὡς ἀλλότριον ἀλλ', ἵν' οὕτως εἴπω, ποιότης ὥσπερ τις τῆς θεότητος ἐν ἡμῖν γινόμενον, καὶ ἐν τοῖς ἁγίοις κατοι κοῦν, καὶ ἀπομένον διὰ παντὸς, εἰ τῆς ἑαυτῶν διανοίας τὸν ὀφθαλμὸν διὰ πάσης ἐπιεικείας ἀποκαθαίροντες καὶ διὰ τῆς εἰς πᾶσαν ἀρετὴν ἀνενδότου σπουδῆς, συντηροῖεν ἑαυτοῖς τὴν χάριν. ἀχώρητον μὲν γὰρ καὶ ἀθεώρητον αὐτὸ τοῖς ἐν κόσμῳ φησὶν ὁ Χριστὸς, τουτέστι, τοῖς τὰ ἐν κόσμῳ φρονοῦσι καὶ ἀγαπᾶν ἑλομένοις τὰ ἐπίγεια, χωρητὸν γεμὴν καὶ εὐκάτοπτον τοῖς ἁγίοις. διὰ ποίαν αἰτίαν; οἱ μὲν γὰρ δυσέκπλυτον ἔχοντες τὴν ἀκαθαρσίαν, καὶ λήμης ὥσπερ τινὸς τὸν οἰκεῖον ἀναπλήσαντες νοῦν, τὸ τῆς θείας φύσεως οὐ περιαθροῦσι κάλλος, οὔτε μὴν τὸν τοῦ Πνεύματος καταδέχονται νόμον, ὁλοτρόπως τοῖς τῆς σαρκὸς τυραννούμενοι πάθεσιν· οἱ δὲ ἀγαθοὶ καὶ νηφαλέοι, σχολάζουσαν τῶν ἐν κόσμῳ κακῶν ἔχοντες τὴν καρδίαν, εἰσοικίζουσι μὲν ἐν ἑαυτοῖς ἐθελοντὶ τὸν Παράκλητον, διασώζουσι δὲ λαβόντες, καὶ καθόσον ἀνθρώ ποις ἐφικτὸν, νοητῶς θεωροῦσι, πολύ τι καὶ μέγα καὶ