Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
ἀποστροφὴ, καὶ εἰς τὴν ἰδίαν γῆν ὑπονοστῆσαι παρεσκεύασεν; ὅτε δὲ ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα αὐτοῦ, καὶ μετόχους ἡμᾶς ἀπέδειξε τῆς ἰδίας φύσεως, καὶ δι' αὐτοῦ ἀνεκαινίσθη τὸ πρόσωπον τῆς γῆς, μετεμορφώ θημεν εἰς καινότητα ζωῆς, τὴν ἐκ τῆς ἁμαρτίας ἀποβαλόντες φθορὰν, καὶ τῆς αἰωνίου ζωῆς εἰσαῦθις ἐπιδραξάμενοι, διὰ τῆς χάριτος καὶ φιλανθρωπίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν Ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, Ἀμήν. ΤΕΛΟΣ ΤΟΥ ΕΝΑΤΟΥ ΒΙΒΛΙΟΥ.
2.489 ΚΕΦΑΛΑΙΑ ΤΑ ΕΝ ΤΩι ∆ΕΚΑΤΩι ΒΙΒΛΙΩι. α. Ὅτι κατ' οὐδὲν ἐλάττων ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, ἴσος δὲ μᾶλλον
καὶ ὅμοιος κατὰ φύσιν αὐτῷ, προκειμένου ῥητοῦ Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι, ὅτι ὁ Πατὴρ μείζων μου ἐστίν. β. Ὅτι τῷ Θεῷ καὶ Πατρὶ ὁμοούσιός ἐστιν ὁ Υἱὸς, καὶ οὐχ ἑτεροφυὴς οὐδὲ ἔκφυλος κατά τινας τῶν διεστραμμένων, προκειμένου ῥητοῦ Ἐγώ εἰμι ἡ ἄμπελος, ὑμεῖς τὰ κλήματα, καὶ ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.
2.491 ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ ΕΙΣ ΤΟ ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ. ΒΙΒΛΙΟΝ ∆ΕΚΑΤΟΝ. Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτὰς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ
ἀγαπῶν με ἀγαπηθήσεται ὑπὸ τοῦ Πατρός μου, κἀγὼ ἀγαπήσω αὐτὸν καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν. ΦΑΝΕΡΩΤΕΡΑΝ ἔσεσθαι τοῦ μυστηρίου τὴν ἀποκά λυψιν τότε δὴ μάλιστα λέγων ἐν ἡμῖν, ὅταν ἑαυτοὺς ἀπαθρήσωμεν ζῶντας καθ' ὁμοιότητα τὴν αὐτοῦ· ζῶ γὰρ κἀγὼ, φησὶ, ζήσεσθε δὲ καὶ ὑμεῖς· πληροφορουμένης ὥσπερ τῆς ἑκάστου διανοίας, οὐκ ἐξ ὧν ἠκροάσατο καὶ πεπίστευκε μόνον, ἀλλ' ἐξ ὧν ἂν ἔχοι μᾶλλον, κομισάμενος ἤδη τῆς ἐπαγγελίας τὸ πέρας. πεῖρα γὰρ λόγων εὐσθενεστέρα πρὸς τὸ ἀναπείθειν δύνασθαι καὶ πληροφορεῖν. ἵνα μὴ πᾶσιν ἁπλῶς προκεῖσθαι νομίζωμεν τὸ ἐξεῖναι τυχὸν τῆς οὕτω σεπτῆς ἀπολαῦσαι δωρεᾶς, καὶ εἰ μή τινες εἶεν ἀγαθοὶ καὶ τῷ θείῳ λελαμπρυσμένοι φόβῳ, τὸ τῶν ἀγαπώντων αὐτὸν πρόσωπον παραζεύξας εὐθὺς τῷ λόγῳ, δέδειχεν ἐναργῶς ὡς 2.492 οὐχ ἑτέροις ἑλεῖν τὴν οὕτως ἀσύγκριτον ἐξέσται χάριν, εἰ μὴ τοῖς ἄριστα διαζῆν ἑλομένοις· οὗτοι γὰρ ἂν εἶεν οἱ ἀγαπῶντες αὐτόν. εἰ γὰρ καὶ τὰ πάντων τυχὸν διεγείρῃ σώματα Χριστὸς, ἀναστήσονται γὰρ πονηροὶ καὶ ἀγαθοὶ, ἀλλ' οὐχ ἅπασιν ἀδιακρίτως πρὸς δόξαν ἢ τρυφὴν τὸ ἀναβιῶναι δοθήσεται. πρόδηλον γὰρ ὅτι οἱ μὲν ἐπὶ τῷ κολάζεσθαι μόνον λαβόντες τὴν ἀνάστασιν, θανάτου παντὸς ἀπηνεστέραν ἕξουσι τὴν ζωὴν, οἱ δὲ μακροὺς ἐν μακαριότητι τρίβοντες χρόνους, ζήσουσιν ὄντως τὴν ἐν Χριστῷ πολύ ευκτόν τε καὶ ἁγίαν ζωήν. ὅτι γὰρ οἱ τὴν ἐπὶ τῷ κολά ζεσθαι ψῆφον ἀποκομίζεσθαι μέλλοντες παρὰ Χριστοῦ κατὰ τὸν καιρὸν τῆς κρίσεως, ἄγευστοι μενοῦσι τῆς μακα ρίας ζωῆς, καίτοι κοινὸν τοῖς ἁγίοις τὸ ἀναβιῶναι λαχόντες, παραδηλοῖ λέγων "Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν "αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται τὴν ζωὴν, ἀλλ' "ἡ ὀργὴ τοῦ Θεοῦ μενεῖ ἐπ' αὐτόν." σύνες γὰρ ὅπως, καίτοι πάντων πονηρῶν τε καὶ ἀγαθῶν ἀναστήσεσθαι προσδοκω μένων, τοὺς ἐνόχους τοῖς τῆς ἀπειθείας ἐγκλήμασιν οὐδὲ ὅσον ἀπαθρῆσαι μόνον φησὶ τὴν ζωὴν, ζωὴν εἶναι λέγων οὐχὶ πάντως τὸ ἀναστῆναι μόνον, ἀλλ' ἐκείνην οἶμαι καὶ μάλα εἰκότως τὴν ἐν ἀναπαύσει καὶ δόξῃ καὶ τρυφαῖς, πνευματικαῖς δὲ δηλονότι καὶ οὐχ ἑτέραις. τρυφῆς δὲ τρόπος πνευματικὸς, ἡ τελεία περὶ Θεοῦ γνῶσις καὶ τῶν ἐπὶ Χριστῷ μυστηρίων ἡ ἀκριβὴς ἀποκάλυψις, οὐκ ἐν ἐσόπτρῳ πάλιν καὶ ἐν αἰνίγμασι, καθάπερ καὶ νῦν ἀμυδροὺς ἡμῖν τῶν ζητουμένων τοὺς χαρακτῆρας ἐμφαίνουσα, ἀλλ' ὅλη καθαρῶς ἐν ἡμῖν διαφαινομένη τε καὶ λάμπουσα, καὶ τελειοτάτην ἐμποιοῦσα τὴν εἴδησιν· "τὸ