Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
Πατέρα καὶ Θεὸν, καθῖσαι πρὸς τοῖς δεξιοῖς τὸν Υἱὸν αὐτὸς τοῦτο λέγων ὁ Πατὴρ εἰσενήνεκται, τὸ Ἐκ δεξιῶν μου κάθου, φησί. καὶ οὐ δή τις ἐρεῖ νοῦν ἔχων, ὡς τοῖς δευτέροις ὁ Πατὴρ τετίμηται τὸν Υἱὸν ἔχων ἐκ δεξιῶν, λογιεῖται δὲ μᾶλλον ἐκεῖνο καὶ διασκέψεται. ἔδει γὰρ ὄντως ἐκ δεξιῶν νοεῖσθαι, καὶ τὸν ἀνύποπτον εἰς ἐλάττωσιν ἔχειν τόπον, οὐχὶ δήπου πάντως τὸν Πατέρα, μᾶλλον δὲ τὸν Υἱὸν, διὰ τὴν ἑκούσιον κένωσιν καὶ ὑποταγὴν, ὡς ἐπ' ἐλάττοσι κατηγορούμενον παρὰ τῶν συνιέναι μὴ δυναμένων τὸ ἐπ' αὐτῷ μυστήριον. διὰ τοῦτο ἐκ δεξιῶν τοῦ μηδαμόθεν κατηγορεῖσθαι δυναμένου Πατρὸς, ἵνα τὸ ἰσότιμον σώζηται τῷ Υἱῷ. Καὶ ταυτὶ μὲν ἡμῖν εἰσεκομίσθη τὰ διηγήματα χρησίμως εἰς τὸ παρὸν, οὐκ ἀσυντελῆ τοῖς προκειμένοις ἔχοντα λόγον. ἀναλαβὼν δὲ ἐσαῦθις, καὶ ὅλον, ὡς ἔπος εἰπεῖν, ἐξ ἀρχῆς ἀναμηρυσάμενος τῆς ἐξηγήσεως τὸν σκοπὸν, ἐρῶ δὴ λοιπὸν, ὡς ἡδὺ μὲν ἡμῖν καὶ δι' εὐχῆς καὶ φίλον τὸ συνεῖναι διὰ παντὸς τῷ Σωτῆρι Χριστῷ, καίτοι δι' ἡμᾶς κεκενωκότι ἑαυτὸν, καθὰ γέγραπται, καὶ εἰς τὸ σχῆμα γενομένῳ τὸ οἰκετικὸν, καὶ εἰς τὴν τῆς ἀνθρωπίνης φύσεως ἀδοξίαν. τί γὰρ ἡ ἀνθρώπου φύσις, ὡς πρὸς Θεόν; ἀλλ' οὐκ αὐτῷ τῷ Υἱῷ τοῦτο χρήσιμον, λυσιτελὲς δὲ μᾶλλον τὸ ἀναβῆναι πρὸς τὸν Πατέρα, καὶ τὴν οἰκείαν ἀνακομίσασθαι δόξαν τε καὶ ἐξουσίαν καὶ ἀξίωμα τὸ θεοπρεπὲς ἀναφανδὸν ἤδη, καὶ οὐκέτι κατεσκιασμένως. κεκάθικε γὰρ ἐκ δεξιῶν, ἐθέλοντος τοῦτο καὶ αὐτοῦ τοῦ Πατρός. φιλεῖ γὰρ ὡς ἴδιον γέννημα 2.517 καὶ ὡς καρπὸν τῆς οὐσίας αὐτοῦ· οὐκοῦν διὰ τοῦτό φησιν Εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν Πατέρα, ὅτι ὁ Πατὴρ μείζων μου ἐστίν. ὄντως τῆς εἰς αὐτὸν ἀγάπης ἀπό δειξις ἦν τὸ μὴ λυπεῖσθαι τοσοῦτον διὰ τὴν δοκοῦσαν ἀπόλειψιν καὶ ἀναγκαίως παραληφθεῖσαν ἀποδημίαν· διεν θυμεῖσθαι δὲ μᾶλλον, ὅτι πρὸς τὴν αὐτῷ πρέπουσάν τε καὶ ὀφειλομένην πεφοίτηκε δόξαν, καὶ εἰς τὸ ἀρχαῖον ἀξίωμα, τουτέστι, τὸ θεοπρεπὲς ἐναργῶς. καὶ γοῦν ὁ μελῳδὸς, καίτοι διὰ τοῦ Πνεύματος λαλῶν μυστήρια "Πάντα τὰ ἔθνη, φησὶ, "κροτήσατε χεῖρας·" εἶτα τῆς ἑορτῆς τὴν αἰτίαν ἐκδιηγού μενος, τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος παρεκόμιζε λέγων "Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ "σάλπιγγος," ἀλαλαγμὸν ὀνομάζων καὶ σάλπιγγα, τὴν ὑψηλὴν καὶ ἐξάκουστον τοῦ Πνεύματος φωνήν· ὅτε ταῖς ἄνω δυνάμεσι τὰς πύλας αἴρειν διεκελεύετο, καὶ Κύριον αὐτὸν ὠνόμαζε τῶν δυνάμεων, καθάπερ ἐλέγομεν ἀρτίως. ἐπ' αὐτῷ δὲ δὴ τούτῳ καὶ αὐτὸν εὑρήσομεν τὸν τῶν ἁγίων χορὸν ἐν πολλαῖς γεγονότα ταῖς θυμηδίαις. τοιγάρτοι καὶ ἔφασκε, ποτὲ μὲν ὅτι "Ὁ Κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω "ἡ γῆ," ποτὲ δὲ αὖ πάλιν "Ὁ Κύριος ἐβασίλευσεν, εὐπρέ "πειαν ἐνεδύσατο· ἐνεδύσατο Κύριος δύναμιν καὶ περιεζώ "σατο." ὁ γὰρ μεθ' ἡμῶν ἄνθρωπος πρὸ τῆς ἐκ νεκρῶν ἀναστάσεως, ὅτε πρὸς τὸν ἐν τοῖς οὐρανοῖς ἀνέβη Πατέρα, τότε τὴν ἰδίαν εὐπρέπειαν ἐνεδύσατο, καὶ τὴν ἐξ ἀρχῆς ὑπάρχουσαν αὐτῷ περιεζώσατο δύναμιν· κεκάθικε γὰρ βασι λεύων μετὰ Πατρός. χαίρειν οὖν ἄρα δίκαιόν τε καὶ πρέπον τοὺς ἀγαπῶντας αὐτὸν, ὅτι πεπόρευται πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα τὴν ἰδίαν δόξαν ἀναληψόμενος, καὶ πάλιν αὐτῷ συμβασιλεύσων, καθάπερ ἦν ἐν ἀρχῇ. μείζονα δέ φησιν αὐτὸν, οὐχ ὅτι κεκάθικεν ἐκ δεξιῶν, ὡς Θεὸς, ἀλλ' ὡς 2.518 ἦν ἔτι μεθ' ἡμῶν, τουτέστιν, ἐν τοῖς καθ' ἡμᾶς. ὡς γὰρ ἔτι τὸ δουλοπρεπὲς ἔχων σχῆμα, καὶ παρόντος αὐτῷ οὔπω τοῦ καιροῦ καθ' ὃν ἔδει ἀναλαβεῖν, τὰ τοιαῦτά φησι. καὶ γοῦν ὅτε τὸν τίμιον ὑπὲρ ἡμῶν ὑπέστη σταυρὸν, ὄξος αὐτῷ καὶ χολὴν Ἰουδαῖοι προσήγαγον διψήσαντι, καὶ πιὼν, ἔφη Τετέλεσται. πεπλήρωτο γὰρ ἤδη ὁ τῆς ταπεινώσεως καιρὸς, καὶ ἐσταυρώθη μὲν, ὡς ἄνθρωπος· νενίκηκε δὲ τοῦ θανάτου τὸ κράτος, οὐχ ὡς ἄνθρωπος, ἔτι μᾶλλον δὲ ὡς Θεὸς, φημὶ δὴ κατὰ τὴν ἐνέργειαν καὶ τὴν ἐπὶ τῷ νικῆσαι δόξαν τε καὶ δύναμιν, οὐ κατὰ τὴν σάρκα. μείζων οὖν ὁ Πατὴρ, ὡς ἔτι δούλου καὶ ἐν τοῖς καθ' ἡμᾶς ὄντος τοῦ Υἱοῦ· ἐπεὶ καὶ Θεὸν ἑαυτοῦ φησιν αὐτὸν, καὶ τοῦτο τῷ ἀνθρωπίνῳ προσνέμων σχήματι. εἰ γὰρ πιστεύομεν ὅτι κεκένωκέ τε καὶ τεταπεί νωκεν ἑαυτὸν, πῶς οὐχ