Commentarii in Joannem ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
1.174 ΚΕΦΑΛΗ Α. Ὅτι οὐ κατὰ μετοχὴν οὐδὲ ὡς ἐπακτὸν ἐν τῷ Υἱῷ τὸ Ἅγιον
Ζήτησις ἀκριβὴς διατί μὴ μόνον ὁ λύχνος, ἀλλὰ καιόμενος καὶ φαίνων ὁ
1.456 ΚΕΦΑΛΗ ς. Περὶ τοῦ μάννα, ὅτι τύπος ἦν τῆς Χριστοῦ παρουσίας καὶ
αὐτῷ τρυγόνων ἢ περιστερῶν ξυνωρὶς εἰς θυσίαν ἀνέβη, κατὰ τὴν Μωυσέως διάταξιν.
1.661 ΚΕΦΑΛΗ Α. Ὅτι κατὰ τὰς Ἑλλήνων ἀμαθεῖς ὑπονοίας, οὐ ταῖς ὥραις ὡς
προκύπτει τε καὶ πρόεισιν ἐξ αὐτῆς, πάντα τὰ αὐτῆς ἔχον ἐν ἑαυτῷ φυσικῶς· οὐ γὰρ κατὰ μέθεξιν, ἀλλ' οὐδὲ κατὰ τρόπον σχετικὸν, ἀλλ' οὐχ ὡς ἕτερον ὂν παρ' αὐτὴν, ἐπείπερ ἐστὶν ἴδιον αὐτῆς. ὅνπερ γὰρ τρόπον ἡ ἐκ τῶν εὐοσμοτάτων ἀνθέων εὐωδία λαβοῦσα τρόπον τινὰ τῶν προϊέντων αὐτὴν τὴν οὐσιώδη καὶ φυσικὴν ἐνέργειαν, ἤτοι ποιότητα, διακομίζει τοῖς ἔξω τὴν γνῶσιν, τοῖς ὀσφραντικοῖς τοῦ σώματος μορίοις ἐμπίπτουσα, καὶ δοκεῖ μέν πως, ὅσον ἧκεν εἰς ἐπινοίας λόγον, ἑτέρα τις εἶναι παρὰ τὴν πέμπουσαν αὐτὴν φύσιν, νοουμένη γεμὴν οὐκέτι καθ' ἑαυτὴν οὐχ ἑτέραν ἔχει φύσιν, ἢ τὴν ἐξ ὧν καὶ ἐν οἷς ἐστιν· οὕτω νοήσεις ἐπί τε Θεοῦ καὶ Ἁγίου Πνεύματος τὸν τοῦ παραδείγματος ἀναβαίνων λόγον. ἀκατηγόρητον οὖν ἄρα 2.636 παντελῶς καὶ λοιδορίας ἁπάσης ἔξω κείσεται, τὸ λαβεῖν λέγεσθαί τι παρὰ τοῦ Μονογενοῦς τὸ Πνεῦμα αὐτοῦ. προϊὸν γὰρ δι' αὐτοῦ φυσικῶς, ὡς ἴδιον αὐτοῦ, μετὰ πάντων ὧν ἔχει τελείως, λαμβάνειν λέγεται τὰ αὐτοῦ. εἰ δὲ παχυ τέραις τὸ τοιοῦτον ἐσημάνθη φωναῖς, ἀφέντες τὸ σκανδαλί ζεσθαι, δικαίως ἂν μᾶλλον τῆς ἑαυτῶν γλώττης αἰτιασαί μεθα τὴν πτωχείαν, οὐκ ἀντεχούσης εἰπεῖν τὰ θεοπρεπῆ, καθ' ὃν ἔδει τρόπον. ποῖος γὰρ λόγος οὐκ ἐλάττων ἐστὶ τῆς ἀῤῥήτου φύσεώς τε καὶ δόξης; ἀναγγελεῖ τοιγαροῦν φησιν ὑμῖν ἐκ τοῦ ἐμοῦ λαβὼν ὁ Παράκλητος, τουτέστιν, οὐχ ἕτερόν τι λαλήσει παρὰ τὸν ἐν ἐμοὶ σκοπὸν, καὶ ἐπείπερ ἐστὶ Πνεῦμα ἐμὸν, ταυτολογήσει δὴ πάντως, καὶ τὰ ἐκ τῶν ἐμῶν ἀναγγελεῖ θελημάτων.
2.637 ΚΕΦΑΛΗ Β. Ὅτι φυσικῶς ἐν τῷ Υἱῷ καὶ ἐν τῇ οὐσίᾳ αὐτοῦ τὸ Πνεῦμα
αὐτοῦ, τουτέστι τὸ Ἅγιον, καθὰ καὶ ἐν τῇ οὐσίᾳ τοῦ Πατρός. Πάντα ὅσα ἔχει ὁ Πατὴρ ἐμά ἐστι· καὶ διὰ τοῦτο εἶπον ὑμῖν ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει καὶ ἀναγγελεῖ ὑμῖν. ΧΑΡΑΚΤΗΡΑ πάλιν τὸν εἰλικρινῆ τε καὶ ἀκριβέστατον τῆς ὑποστάσεως τοῦ Πατρὸς ἑαυτὸν ἡμῖν κἀν τούτοις εὖ μάλα δέδειχεν ὁ Υἱὸς, δίδωσί τε δι' ὧν ἔφη νοεῖν, ὅτι καρπὸς ὑπάρχων τῆς οὐσίας αὐτοῦ, πάντα τὰ αὐτῆς κατὰ φύσιν ἐπάγεται, ἴδιά τε εἶναί φησι, καὶ μάλα εἰκότως· δια τέμνοντος γὰρ, ἤτοι διιστάντος οὐδενὸς εἰς ἀλλοτριότητα τοῦ Πατρὸς τὸν Υἱὸν, ὅσον ἧκεν εἰς τὸ κατὰ πᾶν ὁτιοῦν ὅμοιόν τε καὶ ἴσον, δίχα μόνου τοῦ εἶναι Πατέρα, διαλαμπούσης τε τῆς οὐσίας ἐν ἀμφοῖν οὐχ ἑτεροτρόπως, πῶς οὐκ ἂν εἶεν ἤδη κοινὰ, μᾶλλον δὲ ταὐτὰ ἐν ἀμφοῖν, ὡς εἶναι μὲν ἐν Υἱῷ τὰ τοῦ Πατρὸς, ἐν δὲ τῷ τεκόντι τὰ τοῦ γεννήματος; διὰ γὰρ τοῦτο, καθάπερ ἐγῷμαι, μετὰ δριμείας τινὸς τῆς ἐπιτη ρήσεως, τοὺς περὶ τούτων ἡμῖν ἐποιήσατο λόγους. ἔφη γὰρ οὐχ ὅτι πάντα ὅσα ἔχει ὁ Πατὴρ ἔχω κἀγώ· ἵνα μὴ ψιλή τις εἰκὼν ἡ κατὰ μόνην νοουμένη τὴν ἰσοτυπίαν, καὶ τοῖς ἔξωθεν ὡραϊσμοῖς μεμορφωμένη νοῆται πρὸς τὸ ἀρχέτυπον, καθάπερ οὖν καὶ ἡμεῖς αὐτοί· γεγόναμεν γὰρ κατ' εἰκόνα Θεοῦ· ἀλλ' 2.638 ἐμά φησίν ἐστι, τὴν εἰς ἄκρον ἕνωσιν, ἣν ἔχει πρὸς τὸν γεννήσαντα, καὶ τὴν τῆς ὁμοουσιότητος δύναμιν, ἐν ἀπαραλ λάκτοις οὖσαν τοῖς ἰδιώμασιν, ἐν ἀμφοῖν διὰ τούτου παρα δεικνύς. τοῦτο δ' ἂν ἴδοις καὶ μάλα σαφῶς ἐν ἑτέροις λέγοντα πρὸς τὸν Πατέρα "Πάντα γὰρ τὰ ἐμὰ σά ἐστι, "καὶ τὰ σὰ ἐμά·" οἷς γὰρ ὅλως ἔνεστι τὸ διαλλάττον οὐδὲν, καὶ ἡ κατὰ πᾶν ὁτιοῦν οὐσιώδης ἰσότης τε καὶ ἐμφέρεια, πῶς οὐκ ἂν εἶεν ταὐτὰ τῇ φύσει; ἔχει τοίνυν ὁ Θεὸς καὶ Πατὴρ ἐξ ἑαυτοῦ τε καὶ ἐν ἑαυτῷ τὸ ἴδιον Πνεῦμα, τουτέστι τὸ Ἅγιον, δι' οὗ τοῖς ἁγίοις ἐναυλίζεταί τε καὶ ἀποκαλύπτει μυστήρια, οὐκ ἐν τάξει τῇ ὑπουργικῇ παραλαμβανομένου πρὸς τοῦτο· μὴ γὰρ οἰηθῇς τι τοιοῦτον· ἀλλ' ἐν αὐτῷ τε ὄντος οὐσιωδῶς, καὶ ἐξ αὐτοῦ προϊόντος ἀμερίστως τε καὶ ἀδιαστάτως, ὡς ἴδιά τε διερμηνεύοντος τὰ ἐν ᾧ καὶ ἐξ οὗπέρ ἐστιν. ὁμιλεῖ γὰρ οὐχ ἑτέρως τῇ κτίσει Θεὸς, εἰ μὴ δι' Υἱοῦ ἐν Πνεύματι. ἀλλ' ἴδιον γὰρ Πνεῦμα τοῦτό ἐστι καὶ τοῦ Μονογενοῦς, ὁμοούσιος γάρ ἐστι τῷ Πατρί. Ἐπειδὴ τοίνυν, φησὶν, ἐνυπάρχον φαίνεται τῷ Θεῷ καὶ Πατρὶ τὸ ἐν Πνεύματι τῷ ἰδίῳ τοῖς ἀξίοις ἀποκαλύπτεσθαι, ἐνεργεῖν τε καὶ δι' αὐτοῦ τὰ ὅσαπερ ἂν βούληται, κἀμοὶ δὲ τοῦτο πρόσεστι φυσικῶς, διὰ ταύτην εἴρηκα τὴν αἰτίαν Ὅτι ἐκ τοῦ ἐμοῦ λαμβάνει