συμφέρον, ἀλλ' ἀπ' ἀρχῆς προεῖδεν ἅπαντα. Ἡμεῖς μὲν γὰρ οἱ ἄνθρωποι σκεπτόμεθα, καὶ ἐὰν ἀποτύχωμεν τῆς πρώτης πείρας, ἐφ' ἑτέραν μεταβαίνομεν· ὁ δὲ Θεὸς οὐχ οὕτως, ἀλλ' ἔδωκε νόμον, προφήτας, καὶ μετὰ ταῦτα τὸ εὐαγγέλιον, οὐ χρόνῳ τὸ συμφέρον μεταμαθών, ἀπ' ἀρχῆς δὲ εἰδὼς ὡς οὐχ οἷόν τε ἄλλως ἦν τὴν κτίσιν καὶ τὸν ἐν αὐτῇ ἄνθρωπον οὔτε γενέσθαι οὔτε παιδαγωγηθῆναι, οὔτε τὸ τῆς ἀφθαρσίας ἀξίωμα ἀναλαβεῖν, εἰ μὴ καθ' ὃν τρόπον ἡ ἄφατος πρόνοια καὶ φιλανθρωπία ᾠκονόμησεν. Ὅτι φασίν, εἰ προῄδει ἁμαρτῆσαι τὸν Ἀδὰμ ὁ Θεός, τί καὶ προήγαγεν αὐτόν; Καὶ πολλαὶ μέν εἰσι καὶ πάγκαλοι τοῦδε τοῦ ἀπορήματος ἐπιλύσεις, λέγει δ' οὖν καὶ ὁ θεόσοφος Ἰωάννης ὁ Χρυσόστομος ὅτι οὐ τοῦτο μόνον φημὶ ὅτι προῄδει, ἀλλ' ὅτι καὶ πεσόντα ἀναστήσει αὐτὸν διὰ τῆς οἰκονομίας. Καὶ οὐ πρῶτον εἶδε τὴν πτῶσιν, εἰ μὴ προεπενόησε τὴν ἀνάστασιν. Ἤιδει ὅτι πεσεῖται, ἀλλὰ προαπέθετο τὸ τῆς ἀναστάσεως φάρμακον· καὶ συνεχώρησεν εἰς πεῖραν ἐλθεῖν θανάτου τὸν ἄνθρωπον, ἵνα μάθῃ τίνος μὲν ἀπολαύει δι' ἑαυτόν, τίνος δὲ τῇ τοῦ πλάσαντος χάριτι. Ἤιδει πεσούμενον τὸν Ἀδάμ, ἀλλ' ἔβλεπεν ἐξ αὐτοῦ προελευσόμενον τὸν Ἀβέλ, τὸν Ἐνώς, τὸν Ἐνώχ, τὸν Νῶε, τὸν Ἠλίαν, τοὺς προφήτας, τοὺς θαυμαστοὺς ἀποστόλους, τὴν εὐγένειαν τῆς φύσεως, τὰ θεοκίνητα τῶν μαρτύρων καὶ στάζοντα τὴν εὐσέβειαν νέφη. Ἔβλεπε ταῦτα, καὶ ποῦ ἦν καλόν, ποῦ δὲ δίκαιον, ποῦ δὲ θεοπρεπές, [ἵνα] διότι ἔμελλεν εἷς ἄνθρωπος ἁμαρτάνειν, τοῦτον μὴ ἀγαγεῖν ἐκ μὴ ὄντων, καὶ τοσούτων ἀνδρῶν, ὧν οὐδὲ καθ' ἕνα ἄξιος ὁ κόσμος, φορὰν ἀνακόψαι, καὶ θερίσαι πρόρριζον τὴν τοσαύτην τοῦ γένους βλάστησιν καὶ καλλονήν, καὶ κατ' αὐτῆς ἐπαφιέναι τὴν ἐκτομὴν καὶ ὀργήν, καὶ τότε τοῦ τὴν ἁμαρτίαν ὕστερον ἑλομένου οὔτε ἁμαρτόντος οὔτε ἁμαρτεῖν μεμελετηκότος, ἅτε μήπω μηδὲ ὑφεστῶτος; Εἰ γὰρ σωφρόνων ἐστὶν ἀνδρῶν τὸ μελετήσαντα μὲν ἁμαρτῆσαι μὴ ἁμαρτήσαντα δὲ μὴ εἰσπράττειν εὐθύνας ἁμαρτημάτων, ἦ πού γε ἂν εἴη Θεοῦ τὸν μηδὲ μελετήσαντα ἐξαμαρτῆσαι τὰς τῶν ἡμαρτηκότων ἀπαιτεῖν δίκας, καὶ τότε χαλεποῦ μὲν ὄντος τοῦ ἁμαρτήματος (πῶς γὰρ οὐ χαλεπὸν ἀθέτησις δεσποτικῆς ἐντολῆς;) οὐκ ἀνιάτου δὲ ἐσομένου, τῇ ἀφάτῳ φιλανθρωπίᾳ τοῦ πλάσαντος καὶ τοῦ πρωτοπλάστου εἰς τὴν ἀρχαίαν ἐπανάγεσθαι μέλλοντος εὐγένειαν. Ὥστε εἰ μὴ προῆκτο, διότι ἔμελλεν ἁμαρτεῖν ὁ ἀρχέγονος, ἐδείκνυτο ἂν τὸ θεῖον τὸν μήπω ἁμαρτήσαντα κολάζον, καὶ τῆς ὕστερον ἀνακλήσεως καὶ σωτηρίας ἀποστεροῦν, καὶ τοσούτων ἀνδρῶν καλῶν τε καὶ ἀγαθῶν ἔρημον τὴν κτίσιν ἀποφαῖνον. Ὅτι τοῦ θείου Παύλου εἰπόντος πρωτότοκος πάσης κτίσεως οἱ αἱρετικοί, φησί, μὴ νοήσαντες περὶ ποίας κτίσεως λέγει, εἰς κτίσμα τὸν Υἱὸν οἱ ἀνόητοι καταβιβάζουσι. ∆ιττὴ δὲ ἡ κτίσις· ἡ μὲν γάρ ἐστιν ἡ γεγενημένη, ἡ δὲ ἀνακαινιζομένη· αὐτὸς γὰρ πάλιν Παῦλος βοᾷ· Εἴ τις ἐν Χριστῷ, καινὴ κτίσις. Ἵνα δὲ λαμπρῶς 277.5α ἐπιδείξῃ ὅτι τῆς ἀνακαινισθείσης κτίσεως λέγει πρωτότοκον τὸν Χριστόν, ἐπάγει Πρωτότοκος ἐκ νεκρῶν, ἵνα γένηται ἐν πᾶσι πρωτεύων, πρωτεύων τῶν ἀνακαινιζομένων, τῶν εἰς ἀφθαρσίαν καλουμένων, τῶν ἐκ νεκρῶν ἐγειρομένων, πρωτεύων οὐ κατὰ τὴν θεότητα (ἄπαγε· ὕβρις γὰρ Θεῷ τὸ καλεῖσθαι πρῶτον τῶν κτισμάτων, ὃς ἀρρήτῳ λόγῳ καὶ ἀνεπινοήτῳ ὑπεροχῇ πάσης ὑπερήρτηται καὶ ὑπερίδρυται φύσεως), ἀλλὰ πρωτεύει κατά γε τὴν ἀνθρωπότητα, ἀρχηγὸς ἡμῶν γεγονὼς τῆς ἀναστάσεως καὶ τῆς ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μεταστοιχειώσεως· εἰ γὰρ Ἠλίας τὸν υἱὸν τῆς χήρας ἤγειρε καὶ Ἐλισσαῖος τὸν τῆς Σωμανίτιδος, καὶ αὐτὸς ὁ Σωτὴρ τεταρταῖον τὸν Λάζαρον ἐξανέστησεν, ἀλλ' οὐδεὶς αὐτῶν εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν ἐξανέστη· πάλιν γὰρ αὐτῶν ὁ θάνατος ἐκυρίευσε. Χριστὸς δὲ ἀναστὰς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει. Ἀλλ' οὐδὲ ἐκείνων, οὓς κατὰ τὴν δευτέραν αὐτοῦ παρουσίαν ἀναστήσει. Ὦ κακῆς καὶ ἄφρονος ἡμῶν γνώμης; Ἦλθεν ὁ Χριστὸς πρὸς ἡμᾶς, ἔδωκεν ἡμῖν τὸ αὑτοῦ Πνεῦμα, καὶ ἀνέλαβε τὸ ἡμέτερον σῶμα, καὶ τὸ συνάλλαγμα προῆλθε, καὶ