μου. ∆ιαμαρτύρομαι ὑμῖν, φησιν, Ἰουδαῖοι, τὸν οὐρανὸν καὶ τὴν γῆν, ὁ Μωϋσῆς, ὅτι ἐὰν εἰσέλθητε εἰς τὴν γῆν τῆς ἐπαγγελίας καὶ ἐγκαταλίπητε Κύριον τὸν Θεόν, διασκεδασθήσεσθε εἰς πάντα τὰ ἔθνη. Ἦλθε τοίνυν Ἠσαΐας· ἔμελλεν ἡ ἀπειλὴ περατοῦσθαι. Οὐκ ἐδύνατο καλεῖν Μωϋσέα τὸν ἤδη τεθνηκότα οὐδὲ τοὺς τότε ἀκηκοότας· λοιπὸν τὰ στοιχεῖα καλεῖ, ἅπερ διαμαρτυρόμενος αὐτοῖς ἐκάλει καὶ ὁ Μωϋσῆς. Καίτοι γε ἐκεῖνος καὶ τὸν Ἀαρὼν ἐδύνατο καλεῖν εἰς μαρτυρίαν καὶ πολλοὺς ἄλλους· ἀλλὰ διὰ τοῦτο, φαίη ἄν, οὐκ ἐκάλεσα τούτους, ἐπειδήπερ ἔμελλον ἐκεῖνοι τελευτᾶν καὶ μὴ παρεῖναι μάρτυρες, ἐπειδὰν εἰς παρανομίαν ἐξέκλινεν ὁ Ἰσραήλ. ∆ιὸ τὰ μένοντα στοιχεῖα εἰκότως εἰς μαρτυρίαν καλῶ. Οὕτω καὶ Ἠσαΐας ποιεῖ, οὐ διὰ τὰ εἰρημένα μόνον, ἀλλὰ καὶ ἐπειδὴ διαλεχθεὶς τοῖς Ἰουδαίοις εὗρε μὴ ἀκούοντας αὐτοῦ, ἐπὶ τὰ στοιχεῖα στρέφεται καὶ μάρτυρας παραλαμβάνει αὐτοῦ. Ἄκουε, οὐρανέ, σὺ γὰρ τὸ μάννα ἤνεγκας· Ἐνωτίζου, γῆ, σὺ γὰρ 277.524α τὴν ὀρτυγομήτραν ἔδωκας. Ἄκουε, οὐρανέ, τὰ γὰρ ὑπὲρ φύσιν αὐτοῖς ἐχορήγησας· ἄνω καθ' ὃν τρόπον ἐστερεώθης ἔμενες, καὶ μίμησιν οὐχ ὑπερεῖδες ἅλωνος. Ἐνωτίζου, γῆ, σὺ γὰρ κάτω ἦς, καὶ τράπεζαν αὐτοῖς παρετίθεις αὐτοσχέδιον. ∆ιὰ τοῦτο καὶ ἕτερος προφήτης ὁρῶν τὸν βασιλέα μαινόμενον, τὸ εἴδωλον λατρευόμενον, τὸν Θεὸν ὑβριζόμενον, τοὺς ἄλλους ἐπτηχότας, πρὸς οὐδένα τούτων ποιεῖται τὸν λόγον, ἀλλ' ἀποστραφείς· Ἄκουσον, φησί, θυσιαστήριον, ἄκουσόν μου. Τί οὖν λίθῳ διαλέγῃ; {-} Ναί φησιν, ἐπειδὴ λίθου ἀναισθητότερος ὁ βασιλεύς. Ἄκουσον θυσιαστήριον, τάδε λέγει Κύριος. Καὶ εὐθέως ἐσχίσθη τὸ θυσιαστή ριον καὶ ἐρράγη καὶ ἐξέχεε τὴν θυσίαν. Ὁ δὲ ἄνθρωπος οὐκ ἤκουσεν, ἀλλ' ἐκτείνει τὴν χεῖρα ὁ βασιλεὺς τὸν προφήτην ἁρπάσαι βουλόμενος· ὁ δὲ Θεός, τί ποιεῖ; Ἐξήρανεν αὐτοῦ τὴν χεῖρα. Οὐ ξηραίνει δὲ αὐτοῦ ἐξ ἀρχῆς τὴν χεῖρα ἵνα τῷ τοῦ λίθου πάθει σωφρονέστερος γένηται. Ἐβούλετο γὰρ αὐτὸν ἄνευ τῆς εἰς αὐτὸν κολάσεως σωφρονισθῆναι· ἀλλ' ἐπειδή, φησιν, ὁ λίθος ἐσχίσθη καὶ σὺ οὐ διωρθώθης, ἐπί σε τὴν δικαίαν ὀργὴν ἐπιστρέφω. {1Ἐκ τοῦ εἰς τὸν ἄσωτον, καὶ εἰς μετάνοιαν, καὶ εἰς τὸ ξύλον γνωστὸν καλοῦ καὶ πονηροῦ, καὶ εἰς τὸν λῃστήν.}1 Ὅτι τὸ τάγμα τῶν δικαίων οὐ βούλεται εἰς ἑαυτὸ ἁρπάσαι τὴν ἐξουσίαν τῶν κτισμάτων, ἀλλ' ὑπὸ τὴν τοῦ Πατρὸς πρόνοιαν θέλει κεῖσθαι τὰ τῆς οἰκονομίας. ∆ιὸ καὶ ἡ παραβολὴ τὸν νεώτερον εἰσάγει, λαβόντα τὴν πατρικὴν οὐσίαν, εἰς χῶραν ἀποδημῆσαι μακράν. Τὸ δὲ μῆκος οὐ σταδίοις διετείνετο, ἀλλὰ τρόποις ἐξετοπίζετο· καὶ γὰρ ὁ ἁμαρτάνων μακρὰν γίνεται Θεοῦ οὐ τόπῳ ἀλλὰ τρόπῳ. Λαβὼν δὲ τὴν οὐσίαν τὴν πατρικὴν ἀπώλεσεν αὐτήν, ἀσώτως ζῶν. Ἔλαβεν ἥλιον εἰς ἀπόλαυσιν, καὶ τὸ δῶρον ὡς Θεὸν προσεκύνησεν. Ἔλαβε πηγὰς εἰς τρυφήν, καὶ τὸ δῶρον ἐθεοποίησεν. Ἠγνόησε τὸν χαρισάμενον, καὶ τὸ χάρισμα ὑπερεδόξασεν. Ἡ αὐτὴ κτίσις, ἀλλ' οὐ πᾶσιν ὁμοίως ὁρωμένη. Πατρικὴ ἡ οὐσία· ἀλλ' ὁ μὲν καλῶς αὐτῇ, ὁ δὲ κακῶς ἀπεχρήσατο. Τάγμα τοῦτο κἀκεῖνο, εἰ καὶ διάφορον. Ὁ εὐσεβὴς τὸ κάλλος ὁρᾷ τοῦ οὐρανοῦ, καὶ ἀπὸ τοῦ κάλλους τὸν δημιουργὸν ἀνυμνεῖ· Ὄψομαι, γάρ φησι, τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου. Εἶδεν ὁ ἀσεβής, καὶ πρὸς μὲν τὸν κτίστην τὴν διάνοιαν οὐ διεβίβασεν, ἐναπομείνας δὲ τῷ κάλλει τοῦ οὐρανοῦ Θεὸν ἐφαντάσθη τὸ δημιούργημα. Ὁ εὐσεβὴς οὐχ ὑβρίζει τὴν κτίσιν, ἀλλὰ τῷ ∆εσπότῃ τὴν προσκύνησιν ταμιεύεται. Τιμᾷ τὴν κτίσιν, ἀλλ' ὡς ὁμόδουλον, οὐκ ἀφαιρῶν δὲ τὸ σέβας τοῦ κτίσαντος περιάπτει τῷ κτίσματι. Ἐπαινεῖ τὸ φιλοτέχνημα, ἀλλ' οὐχὶ τὴν τοῦ τεχνίτου δόξαν εἰς ἐκεῖνο περιίστησιν. Ὁ δὲ δυσσεβὴς κακῶς μὲν εἶδεν, κακῶς δὲ προσεκύνησε καὶ πᾶσαν τὴν τάξιν ἀνέτρεψεν. Ὅτι δράκοντα πολλάκις ἡ γραφὴ καλεῖ τὸν διάβολον, καὶ ὄφιν σκολιόν· διὸ καὶ ὁ Σωτήρ φησιν· Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων. Καὶ ἵνα μὴ τὰ ἕρποντα ὑπολάβῃς, ἐπήγαγε· Καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. ∆ράκων καὶ ὄφις ὁ διάβολος οὐχ ὡς ῥίζα κακίας, ὥς φασιν οἱ Μανιχαῖοι, ἀλλ' ὡς κατάρχων τῶν δαιμονίων καὶ ἀρχηγὸς