1

 2

2

ταύτην ἐλάσειε θεὸς γαῖαν· καὶ δίχα σφάλματος σὰρξ γενήσεται· ἀκαμάτου θεότητος οροις ἀνιάτων παθῶν λύσει φθοράν. καὶ τούτῳ πικρὸς γε νήσεται φθόνος λαοῦ καὶ πρὸς υψος κρεμασθείς, ὡς θανάτου κατάδικος, πάντα πράως πείσεται. Χείλων ειπεν· ̓Ακάματος φύσις θεοῦ γενή σεται· ἐξ αὐτοῦ δὲ ὁ αὐτοῦ οὐσιοῦται λόγος. Θουκυδίδης ειπε· Θεὸν σέβου καὶ μάνθανε· μὴ ζήτει δὲ τίς ἐστι καὶ πῶς· ειτε γὰρ εσ τιν ειτε οὐκ εστιν, ὡς οντα τοῦτον σέβου καὶ μάνθανε· εὐσεβὴς γὰρ τὸν νοῦν ὁ θέλων μανθάνειν θεόν. Μένανδρος ειπεν· ̔Ο παλαιὸς νέος καὶ ὁ νέος ἀρχαῖος· ὁ πατὴρ γόνος καὶ ὁ γόνος πατήρ· τὸ εν τρία καὶ τὰ τρία εν· ασαρκον σαρκικόν· γῆ τέτοκε τὸν οὐράνιον βασιλέα. Πλάτων ειπεν· ̓Επειδὴ ὁ θεὸς ἀγαθός, οὐ πάντων ἐστὶν αιτιος, ὡς οἱ πολλοὶ λέγουσιν· πολλῶν δὲ ἀναίτιος· καὶ τῶν μὲν ἀγαθῶν, οὐδενὸς αλλου, φαμὲν αιτιον ειναι· μόνον τῶν καλῶν, κακῶν δὲ οὐκέτι. Αυ πάλιν εφησαν ουτοι οἱ ἑπτὰ καὶ ειπον· Ειεν περὶ τῆς τοῦ Χριστοῦ οἰκονομίας καὶ περὶ τῆς ἁγίας τριάδος. 111 Αλλος δέ τις τῶν ̔Ελλήνων σοφὸς μεθ' ἑτέρων τινῶν, ̓Ασκληπιὸς λεγόμενος, ῃτησεν τὸν ̔Ερμῆν τῶν πάντων φιλοσόφων φιλοσοφώτερον δοῦναι αὐτοῖς λόγον περὶ θεοῦ φύσεως. ὁ δὲ ̔Ερμῆς λαβὼν σιφέριον εγραψεν ουτως· Εἰ μὴ πρόνοιά τις τοῦ τῶν πάντων κυρί ου, οὐ μὴν τὸν λόγον τοῦτον ἀποκαλύψαι ἠβούλετο οὐδὲ ὑμᾶς τοι ούτοις εργοις κατεῖχεν ινα περὶ τούτων ἐρωτήσητε. οὐ γὰρ ἐφικτόν ἐστιν εἰς ἀμυήτους τοιαῦτα παρασχέσθαι μυστήρια, ἀλλὰ τῷ νοὶ ἀκούοντες ἀκούσατε· εν μόνον ην· φῶς νοερὸν πρὸ φωτὸς νοεροῦ· καὶ ην αὐτῷ ενωσις ἐκ τοῦ νοῦ φωτὶ καὶ πνεύματι· τὰ πάντα ἐξ αὐτοῦ καὶ εἰς αὐτόν· γόνιμος ἐκ γονίμου κατελθὼν ἐπὶ γονίμῳ υδατι εγκυον τὸ υδωρ ἐποίησεν. Οιδας πῶς οἱ τῶν ̔Ελλήνων παῖδες προεφήτευσαν καὶ τὸν προά ναρχον Θεὸν καὶ τὸν συνάναρχον αὐτοῦ Υἱὸν καὶ Λόγον καὶ τὸ σύνθρονον αὐτοῦ καὶ ὁμοούσιον Πνεῦμα προεκήρυξαν καὶ τὰ τίμια τοῦ σταυροῦ πάθη προεκήρυξαν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος σὺν τῷ ἀνάρχῳ Πατρὶ καὶ τῷ Παναγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.