Homilia in illud: Nunc anima mea turbata est26.1240 Τῆς ὁμοιώσεως τοῦ Κυρίου τῆς πρὸς ἡμᾶς ἡ ὠφέλεια μεγάλη, ὅτι καὶ ἡμεῖς ὁμοιούμεθα πρὸς αὐτόν. Εἰ γ

 φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ, Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθὴς, ὑποταττομ

φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ, Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθὴς, ὑποταττομένη δὲ, καὶ οὐ δυναμένη περισπᾶσαι, καθάπερ ἵππος τὸν ἐπιβάτην, οὐδὲ ὅσον ὀκλάσαι τὴν χεῖρα τὴν ἡνιοχοῦσαν. Καὶ δὴ καὶ τί λογίζεται τὸ πάθος; Οὐκ ἀδοξίαν, οὐκ αἰσχύνην, ἀλλὰ δόξαν ἑαυτοῦ καὶ τοῦ Πατρός. Καὶ ἐπισπεύδει μᾶλλον, ἢ ἀποτρέπει τὸ πάθος. Πάτερ, δόξασόν σου τὸ ὄνομα· οὐκ ἔσται, φησὶν, οὐδεμία παραίτησις παρ' ἐμοῦ, ἀλλ' εἴξει τὸ παραιτούμενον, καὶ κρατήσει τὸ μὴ παραιτούμενον. Σαρκικὴ μὲν γὰρ φύσις παραιτεῖται τὸν θάνατον, καὶ ἦν τοῦτο ἐν Χριστῷ, ἐπειδὴ καὶ γέγονε σὰρξ ὁ Λόγος ἀληθῶς· θεϊκὴ δὲ βούλησις αἱρεῖται τὴν κόσμου σωτηρίαν, ἣν ὁ θάνατος κατειργάσατο. Εἶτα πληρούμενον φαίνεται τὸ, Ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. Λέγει ὁ Χριστός· Πάτερ, δόξασόν σου τὸ ὄνομα· καὶ ἀπόκρισις ἐξ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω· ἵνα εἰδῶμεν, ὅτι διάστασις οὐδεμία, οὐδὲ χωρισμὸς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· μᾶλλον δὲ ἵνα κερδάνωμεν τὴν συνάφειαν ἡμῶν τὴν πρὸς Θεὸν ἐν Χριστῷ γενομένην. Οὐδεὶς μὲν γὰρ ἀνθρώπων, ὃς οὐκ ἀπέσπασεν ἑαυτὸν ἀπὸ θελήματος Θεοῦ κατά τι μέρος ἢ πράγματος ἢ χρόνου. Ἐν μόνῳ δὲ Χριστῷ τὸ ἀχώριστον τῆς θελήσεως ἐφυλάχθη· ᾧ συνακολουθοῦντες κερδαίνομεν τὴν συνάφειαν τὴν πρὸς Θεὸν, καὶ τὴν ἕνωσιν τὴν σωτήριον καθ' ὁμοίωσιν αὐτοῦ, καθ' ὁμοίωσιν τῆς θείας ἑνώσεως, ὡς αὐτὸς εἴρηκεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν.

2