Syntagma ad monachos

 παρασκευάσεις τὸν ἐν χρείᾳ πολλοῦ ὠνήσασθαι τὸ σόν, οὐχὶ φιλοκερδέστερον οὕτω καὶ μισανθρωπότερον ἢ κατὰ τὸν τόκον εὑρίσκῃ πρὸς τὸν ἀδελφὸν διακείμενο

παρασκευάσεις τὸν ἐν χρείᾳ πολλοῦ ὠνήσασθαι τὸ σόν, οὐχὶ φιλοκερδέστερον οὕτω καὶ μισανθρωπότερον ἢ κατὰ τὸν τόκον εὑρίσκῃ πρὸς τὸν ἀδελφὸν διακείμενος. Ταπεινὸς ἔσο καὶ ἡσύχιος καὶ τρόμον σοι διὰ παντὸς ἐμβαλέτω τὰ τοῦ θεοῦ λόγια. Μηδένα τῶν ἀνθρώπων μυκτηρίσῃς, μηδὲ καταγνῷς τινὸς ἐκ τοῦ σχήματος, παρατετη 125 ρημένως ἔχε περὶ τὴν ἐσθῆτα, ὡς μήτε μαλακοῖς χρῆσθαι, μήτ' ἐν ῥυπαροῖς προϊέναι· τρίχας τὸ παράπαν οὐ θεραπευτέον, ἐκκέκοπται γὰρ τὸ τοιοῦτον σχῆμα παρὰ τοῦ ἀποστόλου· ἀλλ' οὐδὲ ξυρᾶσθαι τὸ γένειον δεῖ, οὐδὲ περικουρείοις χρῆσθαι κειρόμονον. Κρεῶν ἀπέχου [πεχουms. super rasuram] οὐχ ὡς βδελυσσόμενον ἀλλ' ὡς τὰς τῆς βλάβης περικόπτων τὰς φορμάς, καὶ ὡς ἀσθενῆ καὶ ἀνάξιον ἑαυτὸν λογιζόμενον. Οἴνου μὴ μεθεκτέον ἢ μόνον τὸ γεύεσθαι καὶ εὐλογεῖν τὸν πεποιηκότα· εἰ δὲ καὶ σοὶ κατὰ τὸν Τιμόθεον διὰ τὴν πολλὴν τοῦ βίου ἀκρίβειαν νόσοις κατειργάσθη τὸ σῶμα, κέχρησο ὀλίγῳ, τὸ μὲν γὰρ φάρμακον ἰάσεως, τὸ δὲ πολὺ καὶ σώματος καὶ ψυχῆς βλάβη. Εἰ δυνατὸν γυμνοποδῶν ἔσο, εἰ δὲ βούλει καὶ ὑποδήμασι χρῆσθαι ψιλὰ ἔστωσαν, καὶ φιλόκοσμα μηδὲ περιττά. Ἂν ἀῤῥωστῶν μεταλάβῃς ὠοῦ, οὐκ ἔσται σοι τοῦτο εἰς ἁμαρτίαν, κἂν ἀνάγκη σοι γένηται πτηνοῦ κρεῶν μετασχεῖν, ἁμαρτία μὲν τοῦτο μὴ νομιζέσθω, λυποῦ δὲ μόνον καθ' ὃ περιεκόπη σοι τὰ τῆς ἀκριβείας, καὶ ὁ τῆς ἀσκήσεως ἐνδέδωκε τόνος. 126 Καὶ νοσῶν δὲ εἰ χρεία γένηται ἀναγκαία, λοῦσαι· ὑγιαίνοντι γὰρ ἱερεῖ καὶ μονάζοντι βαλανείου χρεία οὐδεμία. Ἀλλὰ καὶ χαμευνεῖν αἱρετέον, ὑγιῶς τοῦ σώματος ἔχοντος. Ἐργάζου ταῖς χερσίν, ὥστε μὴ ἀργὸν τὸν ἄρτον ἐσθίειν, ἀλλὰ μᾶλλον ἐκ τοῦ καρποῦ τῶν χειρῶν ἔχειν, καὶ ἀδελφοῖς καὶ ξένοις μεταδιδόναι καὶ προηγουμένως χήραις καὶ ὀρφανοῖς καὶ μετρίοις. Εἰ μεταξὺ τῶν ἀνθρώπων οἰκεῖς, καὶ χωρίον ἔστι σοι πατρῷον, ἐργάζου τοῦτο δικαίως, καὶ τῶν καρπῶν αὐτοῦ πρῶτον μὲν ἀπάρχου τοῖς ἱερεῦσιν, ἔπειτα δὲ καὶ χήραις καὶ ὀρφανοῖς καὶ τοῖς ἄλλοις, ἀπὸ δικαίων μεταδίδου πόνων, οὐ γὰρ ἀπὸ τόκων ἢ πλεονασμῶν, οὐδὲ ἐκ πραγματειῶν ἢ διασεισμοῦ καὶ τῶν τοιούτων. Εἰ δὲ ἐν μονῇ προσεδρεύεις, μὴ τῆς μονῆς τὴν ἄσκησιν καθυβρίσῃς· εἰ γὰρ χωρίον κέκτησαι μοναστήριον κατοικῶν, οὐκ ἔστι τοῦτο ἀναχώρησις ἀλλὰ χλεύη. Εἴ τινας τῶν νέων περὶ σεαυτὸν ἔχεις, πρῶτα μὲν ταπεινοφρονῶν μὴ θέλε εἶναι διδάσκαλος, εἰ δὲ ἴδῃς διὰ τῆς ἀναστροφῆς τῆς σῆς ψυχὰς σωζομένας, καὶ βούλῃ τὰ δοθέντα σοι πέντε διπλασιάσαι τάλαντα, ἔχε διὰ μερίμνης τὰς τούτων ψυχάς, καὶ νέους ὄντας ἐπίστυφε· παρασκεύαζέ τε ἰδιάζειν ἕκαστον αὐτῶν ἐκτὸς 127 τραπέζης καὶ τῆς ἐν τῇ ψαλμῳδίᾳ συνάξεως· ἀλλὰ καὶ ἀγρύπνει συμμέτρως ἔν τε ψαλμοῖς καὶ εὐχαῖς· καὶ ἡμέρας μὲν εὔχου πυκνότερον μᾶλλον ἢ χρονιώτερον, μὴ κράζων μηδὲ βαττολογῶν. Ἔστω δὲ καὶ περὶ τὸ ψάλλειν ἡ συμμετρία, ὥστε μὴ περικακεῖν τὰς ψυχάς, μηδὲ ἀπαγορεύειν. Σπεῦδε δὲ τοὺς παῖδας σιωπηλοὺς εἶναι τυποῦσθαι. Αὗται αἱ ἐντολαὶ μονάζουσί τε καὶ εὐλαβέσι χριστιανοῖς, ταῖς θείαις γραφαῖς πᾶσαι ἐγκείμεναι καὶ τῇ παραδόσει τῆς ἐκκλησίας, εἰ καὶ τοῦ μὴ μακρολογῆσαι χάριν τὰς μαρτυρίας οὐκ ἐξεθέμεθα. Ὀφείλει μέντοι καὶ περὶ τὰ προσφερόμενα, μᾶλλον δὲ τοὺς προσφέροντας ἀκρίβειαν ἔχειν ὁ ἱερεύς· εἰ γὰρ παρὰ τινὸς τῶν στρατευομένων λάβῃ τοῦ αἷμα ἐκχέαντος, ἢ διασείσαντος, ἢ κλέψαντος, ἤ τινος τῶν πραγματευτῶν, ἢ ἐπιόρκων, ἢ πλουσίων ἀποστερητῶν, ἢ 128 τελωνῶν τῶν ἔτι τοῦ ἐπιτηδεύματος ἐχομένων, ἢ τοκογλύφων, ἢ τιμιουλκούντων ἐν σίτῳ, ἢ ἁπλῶς παρὰ τούτων ἁμαρτωλῶν, ὁ τοιοῦτος χωλὸν καὶ τυφλὸν ὑπάρχει τῷ θεῷ προσφέρων· σοὶ δὲ τῷ λαϊκῷ κρῖναι μὲν τὸν ἱερέα οὐκ ἔξεστιν· ἂν δὲ παραβάτην ἴδῃς, τούτῳ γε μὴ συναναστρέφου[explicit].

2