1

 2

 3

 4

 5

 6

6

συνεβούλευσας καταλιπόντι τοῦτον εἰς ἐρημίας πλανᾶσθαι. τὰ μὲν γὰρ σπήλαια καὶ αἱ πέτραι ἀναμένουσιν ἡμᾶς, αἱ δὲ παρὰ τῶν ἀνδρῶν ὠφέλειαι οὐκ ἀεὶ ἡμῖν παραμένουσιν. ὥστε, εἰ ἀνέχῃ μου συμβουλεύοντος, τυπώσεις τὸν πατέρα μικρὸν ἐπιτρέπειν σοι ἀναχωρεῖν αὐτοῦ καὶ περιτυγχάνειν ἀνδρὶ πολλὰ καὶ ἐκ τῆς ἑτέρων πείρας καὶ ἐκ τῆς οἰκείας συνέσεως καὶ εἰδότι καὶ παρέχειν τοῖς προσιοῦσιν αὐτῷ δυναμένῳ.

173 {1Πρὸς κανονικὴν Θεοδώραν.}

1 Ὀκνηροὺς ἡμᾶς ποιεῖ πρὸς τὸ γράφειν τὸ μὴ πεπεῖσθαι τὰς ἐπιστολὰς ἡμῶν

πάντως ἐγχειρίζεσθαι τῇ σῇ ἀγάπῃ ἀλλὰ κακίᾳ τῶν διακονούντων μυρίους προεντυγχάνειν ἑτέρους· καὶ μάλιστα νῦν οὕτω τεταραγμένων τῶν κατὰ τὴν οἰκουμένην πραγμάτων. διόπερ ἀναμένω τρόπον τινὰ μεμφθῆναι καὶ ἀπαιτηθῆναι βιαίως τὰς ἐπιστολάς, ὥστε αὐτῷ τούτῳ τεκμηρίῳ χρήσασθαι τῆς ἀποδόσεως. καὶ γράφοντες μέντοι καὶ σιωπῶντες ἓν ἔργον ἔχομεν ἐν ταῖς καρδίαις ἡμῶν, φυλάσσειν τὴν μνήμην τῆς κοσμιότητός σου, καὶ προσεύχεσθαι τῷ Κυρίῳ δοῦναί σοι τελέσαι τὸν δρόμον τῆς ἀγαθῆς πολιτείας καθὰ προείλου. τῷ ὄντι γὰρ οὐ μικρὸς ἀγὼν ὁμολογοῦντα τῇ ἐπαγγελίᾳ τὰ ἐφεξῆς ἐπαγαγεῖν. τὸ μὲν γὰρ προελέσθαι τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν παντός, τὸ δὲ καὶ μέχρι τῶν μικροτάτων ἄγειν τὴν παρατήρησιν, καὶ μηδὲν τῶν ἐκεῖ γεγραμμένων παρορᾷν, τοῦτο πάνυ ὀλίγοις τῶν εἰς ἡμετέραν γνῶσιν ἡκόντων κατώρθωται· ὥστε καὶ γλώσσῃ πεπαιδευμένῃ κεχρῆσθαι καὶ ὀφθαλμῷ πεπαιδαγωγημένῳ κατὰ τὸ βούλημα τοῦ εὐαγγελίου, καὶ χερσὶν ἐνεργεῖν κατὰ τὸν σκοπὸν τῆς εὐαρεστήσεως, καὶ πόδας κινεῖν καὶ ἑκάστῳ τῶν μελῶν οὕτω κεχρῆσθαι ὡς ἐξ ἀρχῆς ὁ δημιουργὸς ἡμῶν ᾠκονόμησε· τὸ ἐν τῇ καταστολῇ κόσμιον, τὸ ἐν ταῖς συντυχίαις τῶν ἀνδρῶν πεφυλαγμένον, τὸ ἐν βρώμασιν αὔταρκες, τὸ ἐν τῇ κτήσει τῶν ἀναγκαίων ἀπέριττον. ταῦτα πάντα μικρὰ μὲν ἁπλῶς οὕτω λεγόμενα, μεγάλου δὲ ἀγῶνος εἰς τὸ κατορθωθῆναι χρῄζοντα, ἐπ' αὐτῆς τῆς ἀληθείας εὑρήκαμεν. καὶ μὴν καὶ τὸ ἐν τῇ ταπεινοφροσύνῃ τέλειον, ὡς μήτε προγόνων περιφανείας μεμνῆσθαι, μήτε, εἴ τι ἐκ φύσεως ἐνυπάρχει ἡμῖν πλεονέκτημα ἢ κατὰ σῶμα ἢ κατὰ ψυχήν, τούτῳ ἐπαίρεσθαι, μήτε τὰς ἔξωθεν περὶ ἡμῶν ὑπολήψεις ἀφορμὴν ἐπάρσεώς τε καὶ φυσιώσεως ποιεῖσθαι, ταῦτα τοῦ εὐαγγελικοῦ ἔχεται βίου. τὸ ἐν ἐγκρατείᾳ εὔτονον, τὸ ἐν προσευχαῖς φιλόπονον, τὸ ἐν φιλαδελφίᾳ συμπαθές, τὸ πρὸς τοὺς δεομένους κοινωνικόν, τὸ τοῦ φρονήματος καταβεβλημένον, ὁ συντριμμὸς τῆς καρδίας, τὸ τῆς πίστεως ὑγιές, τὸ ἐν σκυθρωπότητι ὁμαλόν, μηδέποτε τῆς ἐννοίας ἐπιλειπούσης ἡμᾶς τοῦ φοβεροῦ καὶ ἀπαραιτήτου δικαστηρίου πρὸς ὃ ἐπειγόμεθα μὲν ἅπαντες, μέμνηνται δὲ αὐτοῦ καὶ τὴν ἀπ' αὐτοῦ ἔκβασιν ἀγωνιῶσιν ἐλάχιστοι.