1

 2

 3

 4

 5

 6

 7

 8

4

γὰρ τρυφὰς ἀναφλέγει· καὶ τὰς φιληδονίας συναύξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις ἐνίησι, λίθους τινὰς ἐπι νοοῦσα, μαργαρίτας καὶ σμαράγδους καὶ ὑακίνθους, καὶ χρυσὸν, τὸν μὲν χαλκεύουσα, τὸν δὲ ἐξυφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα. Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες καὶ ἡμέραι τὰς περὶ τούτων μερίμνας ἔχουσι. Καὶ μυρίοι τινὲς κόλακες, ταῖς ἐπιθυμίαις αὐτῶν ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, τοὺς χρυ σοχόους, τοὺς μυρεψοὺς, τοὺς ὑφάντας, τοὺς ποικιλτάς. Οὐδένα χρόνον ἀναπνεῖν δίδωσι τῷ ἀνδρὶ ἐκ τῶν συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ· ὅταν σπουδάζηται μὲν παρ' αὐταῖς τὸ βαρβαρικὸν μύρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάττης ἄνθη, ἡ κόχλος, ἡ πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ, περισφίγγων τοὺς βαρυτίμους τῶν λίθων, ὁ μέν τις αὐταῖς προμετωπίδιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος· καὶ ἄλλος ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ καὶ τοὺς πόδας. Χαί ρουσι γὰρ αἱ φιλόχρυσοι δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν πολίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις τὰς ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσι. Πρὸς τοσαῦτα δὴ οὖν διελκόμενος ὁ πλοῦτος ὑπὸ ἀνδρὸς καὶ γυναικὸς, ἀλλήλους νικώντων ταῖς ἐφευρέσεσι τῶν ματαίων, εἰκότως οὐδένα καιρὸν ἔχει πρὸς τοὺς ἔξωθεν παρακύπτειν. Ἀλλ' ἐὰν μὲν ἀκούσῃς· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· ἵνα ἔχῃς ἐφόδια πρὸς τὴν αἰωνίαν ἀπόλαυσιν, ἀπέρχῃ λυπούμενος· ἐὰν δὲ ἀκούσῃς· ∆ὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέ ταις, ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς τοίχους τούτους τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα, ὥσπερ σκόπελοί τινες, διὰ τῆς πόλεως πάσης ἀνέχουσιν; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες, τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν ὑπὸ τῶν τότε πλουσίων παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τῇ τούτων μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται, ὥσπερ τὰ κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμενα, ὁ δὲ ἐν τῷ ᾅδῃ κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ καὶ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν πληροῦσιν. Ὅταν παρέλθω εἰς οἰκίαν ἀνδρὸς ἀπειροκάλου καὶ ὀψιπλούτου, καὶ ἴδω αὐτὴν παντοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται, ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ κλῖναι καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες καὶ ἐλεφάντινοι δίφροι, ὥστε τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστᾶσι τῇ θύρᾳ, πᾶσαν ἐλεεινὴν ἀφιέντες φωνήν; Σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι. Καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς διελέγχῃ· σιωπῶσα γάρ σου ἡ χεὶρ τὴν ψευδολογίαν κηρύσσει, περιαστραπτομένη ὑπὸ τῆς ἐπὶ τοῦ δακτυλίου σφενδόνης. Πόσους δύναται εἷς σου δακτύλιος χρεῶν ἀπολῦσαι; πόσους οἴκους καταπίπτοντας ἀνορθῶσαι; Μία σου κιβωτὸς τῶν ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ' ὑπομένεις ἄπρα κτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ κριτοῦ. Οὐκ ἠλέησας, οὐκ ἐλεηθήσῃ· οὐκ ἤνοιξας τὴν οἰκίαν, ἀπο πεμφθήσῃ τῆς βασιλείας· οὐκ ἔδωκας τὸν ἄρτον, οὐ λήψῃ τὴν αἰώνιον ζωήν.

5 -Ἀλλὰ πένητα λέγεις σαυτόν· κἀγὼ συντίθεμαι. Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεσ τον. Τοῖς δέκα ταλάντοις δέκα ἕτερα προστιθέναι σπουδάζεις· ἐπειδὰν εἴκοσι γένηται, ἄλλα