1

 2

 3

 4

 5

 6

3

οἰκε τῶν, ἀπολαύσεως βίου, πάντων ὅσα ἀνθρώποις ἐστὶ περισπούδαστα, πρὸς τὰς βαθυτάτας καὶ ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε, τὸν μετὰ τῶν θηρίων βίον τῆς πρὸς τοὺς εἰδωλολατροῦντας κοινωνίας ἡμε ρώτερον ἡγησάμενος, κατὰ τὸν ζηλωτὴν Ἠλίαν· ὃς, ὅτε εἶδεν ἐπικρατοῦσαν τὴν εἱδωλολατρείαν τῆς Σιδω νίας, ἐπὶ τὸ ὄρος ἀνέδραμε τὸ Χωρὴβ, καὶ ἐν τῷ σπηλαίῳ διῆγεν, ἐκζητῶν τὸν Θεὸν, ἕως εἶδε τὸν περιπόθητον, ὡς ἰδεῖν ἀνθρώπῳ Θεὸν δυνατόν.

Τοιοῦτος οὖν ἦν καὶ ὁ Γόρδιος, ἀποφυγὼν θορύ βους πολιτικοὺς, ὄχλον ἀγοραῖον, ἀρχοντικοὺς τύ φους, τὰ δικαστήρια, τοὺς συκοφάντας, τοὺς πω λοῦντας, τοὺς ὠνουμένους, τοὺς ὀμνύοντας, τοὺς ψευδομένους, τὴν αἰσχρολογίαν, τὴν εὐτραπελίαν, τἄλλα ὅσα, ὥσπερ ἐφόλκια, αἱ πολυάνθρωποι τῶν πόλεων ἐπισύρονται. Καθαρεύων τὰ ὦτα, καθαρεύων τοὺς ὀφθαλμούς· καὶ πρό γε πάντων τὴν καρδίαν κεκαθαρμένος, ἵνα Θεὸν ἰδεῖν δυνηθῇ, καὶ μακάριος γένηται· εἶδε δι' ἀποκαλύψεων, ἐδιδάχθη τὰ μυστή ρια, οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων, ἀλλ' ἔχων τὸν μέγαν διδάσκαλον τὸ Πνεῦμα τῆς ἀληθείας. Ὄθεν ἐλθὼν εἰς ἔννοιαν τοῦ βίου, ὡς ἀνωφελὴς, ὡς μάταιος, ὡς ὀνείρου παντὸς καὶ σκιᾶς ἀδρανέστερος, ἠρεθίσθη σφοδρότερον πρὸς τὴν ἐπιθυμίαν τῆς ἄνω κλήσεως. Καὶ οἷον ἀθλητὴς, αἰσθόμενος ἑαυτοῦ ἱκανῶς γυμνασθέντος καὶ ἀλειψαμένου πρὸς τὸν ἀγῶνα, ταῖς νηστείαις, ταῖς ἀγρυπνίαις, ταῖς προσ ευχαῖς, τῇ διηνεκεῖ καὶ ἀπαύστῳ μελέτῃ τῶν λο γίων τοῦ Πνεύματος, τηρήσας τὴν ἡμέραν ταύτην, ἐν ᾗ πανδημεὶ πᾶσα ἡ πόλις ἑορτὴν ἄγουσα φιλοπο 31.497 λέμῳ δαίμονι κατειλήφει θέατρον, ἀγῶνα ἱπ πικὸν θεωμένη. Ἐπεὶ οὖν πᾶς ὁ δῆμος ἄνω συνεί λεκτο, οὐκ Ἰουδαῖος ἀπῆν, οὐχ Ἕλλην· καὶ Χριστιανῶν δὲ πλῆθος οὐκ ὀλίγον αὐτοῖς συνανεφύρετο, οἱ ἀφυλάκτως βιοῦντες, καὶ καθήμενοι μὲν μετὰ συν εδρίου ματαιότητος, μὴ ἐκκλίνοντες δὲ συστροφὰς πονηρευομένων, οἳ καὶ τότε παρῆσαν θεαταὶ τοῦ τά χους τῶν ἵππων, καὶ τῆς ἐμπειρίας τῶν ἡνιόχων· ἀλλὰ καὶ δούλους ἀνῆκαν δεσπόται, καὶ παῖδες ἐκ διδασκαλείων πρὸς τὴν θέαν ἔτρεχον, παρῆν δὲ καὶ γυναικῶν ὅσον δημῶδες καὶ ἄσημον, πλῆρες δὲ ἦν τὸ στάδιον, καὶ πάντες ἤδη πρὸς τὴν θέαν τῆς τῶν ἵππων ἁμίλλης ἦσαν συντεταμένοι· τότε δὴ ὁ γενναῖος ἐκεῖνος καὶ μέγας τὴν ψυχὴν, μέγας τὸ φρόνημα, ἄνωθεν ἐκ τῶν ὀρέων ἐπικαταβὰς τῷ θεάτρῳ, οὐ κατεπλάγη τὸν δῆμον, οὐκ ἐλογίσατο πόσαις χερσὶ πολεμίαις ἑαυτὸν παραδίδωσιν· ἀλλ' ἀτρόμῳ τῇ καρδίᾳ καὶ γαύρῳ τῷ φρονήματι, οἱονεὶ πέτρας συνεχεῖς, ἢ δένδρα πολλὰ, τοὺς τὸ στάδιον περικαθημένους παραδραμὼν, εἰς τὸ μέσον κατ έστη, βεβαιῶν τὸν λόγον, ὅτι ∆ίκαιος ὡς λέων πέποιθε.

Καὶ οὕτως ἀπτόητος ἦν τὴν ψυχὴν, ὥστε, ἐν περιφανεῖ τοῦ θεάτρου γενόμενος, ἀτρέπτῳ τῇ παῤῥησίᾳ ἐξεβόησε τὴν φωνὴν ἐκείνην, ἧς μέχρι τοῦ νῦν εἰσί τινες οἱ ἀκούσαντες· Εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσι· δηλῶν διὰ τούτων, ὅτι οὐ πρὸς ἀνάγκην ἤχθη πρὸς τοὺς κινδύνους, ἀλλ' ἑκουσίως ἐπέδωκεν ἑαυτὸν τῷ ἀγῶνι· μιμησάμενος τὸν ∆εσπότην, ὃς ἐν τῷ σκότει τῆς νυκτὸς ἀγνοούμενος τοῖς Ἰουδαίοις ἑαυτὸν κατεμήνυσεν. Εὐθὺς μὲν οὖν ἐπέστρεφε τὸ θέατρον τῷ πα ραδόξῳ τῆς θέας, ἀνὴρ ἀπηγριωμένος τὴν ὄψιν, διὰ τὴν χρονίαν ἐν τοῖς ὄρεσι δίαιταν αὐχμηρὰν ἔχων τὴν κεφαλὴν, βαθὺς τὴν ὑπήνην, τὴν ἐσθῆτα ῥυπῶν, κατεσκληκὼς ἅπαν τὸ σῶμα, βακτηρίαν φέρων, καὶ πήραν ἐνημμένος· οἷς πᾶσιν ἐπέπρεπέ τις χάρις, ἐκ τοῦ ἀφανοῦς αὐτὸν περιλάμ πουσα. Ὡς δ' οὖν ἐγνώσθη ὅστις ἐστὶν, εὐθὺς βοὴ συμμιγὴς παρὰ πάντων ἤρθη· τῶν μὲν οἰκείων τῆς πίστεως ὑπὸ περιχαρείας κροτούντων, τῶν δὲ πολε μούντων τῇ ἀληθείᾳ εἰς τὸν κατ' αὐτοῦ φόνον τὸν δι καστὴν παρορμώντων, καὶ προκαταδικαζόντων εἰς θάνατον. Πάντα δ' οὖν βοῆς καὶ θορύβου πεπλήρωτο· παρώφθησαν μὲν ἵπποι, παρώφθησαν δὲ ἡνί οχοι· ἡ δὲ τῶν ἁρμάτων ἐπίδειξις ψόφος μάταιος ἦν. Οὐδενὸς