1

 2

 3

 4

2

διότι ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμοὺς, οὐδεμιᾶς ἀσαφείας περικει μένης τοῖς λαλουμένοις. Καὶ τῷ Ἡσαΐᾳ δὲ φωνὴ ἐγί νετο προστάσσουσα· Βόησον· ἀντὶ τοῦ, τὸ ἡγε μονικὸν τοῦ προφήτου ἀπὸ τῆς ἐγγινομένης αὐτῷ παρὰ Θεοῦ δυνάμεως ἐτυποῦτο. Φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων. Ποία φωνή; ἐπὶ ποίων ὑδάτων; Ὡς προφητείαν λάβωμεν τὸ ῥητόν.

Μνήσθητι τοῦ Ἰωάννου, ὃς, ἐρωτηθεὶς παρὰ τῶν Ἰουδαίων, Τίς εἶ σύ; τίνα ἀπόκρισιν δῶμεν τοῖς ἀποστείλασιν ἡμᾶς; ἀπεκρίνατο· Ἐγὼ φωνὴ Κυρίου βοῶντος ἐν τῇ ἐρήμῳ. Οὐκοῦν φωνὴ Κυρίου ὁ Ἰωάννης, ἄγγελος ἀπὸ Θεοῦ ἀπεσταλμένος πρὸ προσώπου Κυρίου, τοῦ ἑτοιμάσαι Κυρίῳ λαὸν κατεσκευασμένον. Αὕτη οὖν ἡ φωνὴ ἐπὶ τῶν ὑδάτων ἦν, ἐπὶ τῷ Ἰορδάνῃ, ἐν ᾧ ἐβάπτισε κηρύσσων τὸ τῆς μετανοίας βάπτισμα· καὶ οὐκ ἐν τῷ Ἰορδάνῃ μόνῳ, ἀλλὰ καὶ ἐν τῷ Ἐνὼν ἐγγὺς τοῦ Σαλὴμ, ὅτι ὕδατα πολλὰ ἦν ἐκεῖ. Οὐκοῦν φωνὴ Κυρίου ἐπὶ τῶν ὑδάτων, ὁ Ἰωάννης ἐστὶν ἐπὶ τοῦ βαπτίσματος. Ἐκεῖ καὶ ὁ Θεὸς τῆς δόξης ἐβρόν τησεν. Ἦλθε γὰρ φωνὴ ἐξ οὐρανοῦ λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Τότε καὶ ὁ Κύριος ἐπὶ τῶν ὑδάτων πολλῶν, καταξι ώσας καταβῆναι ἐπὶ τὸ Ἰωάννου βάπτισμα, ἵνα πληρώσῃ πᾶσαν δικαιοσύνην τὴν ἐν τῷ νόμῳ. Φωνὴ Κυρίου ἐν ἰσχύϊ. Ἀφαιρεῖ γὰρ τὰς ἀσθε νείας τοῦ λαοῦ διὰ τοῦ βαπτίσματος τῆς μετανοίας, δι' αὐτοῦ βαπτίζων ἐν ὕδατι εἰς μετάνοιαν. Τὸ, Ἐν ἰσχύϊ, ἡ φωνὴ ἡ λέγουσα· Μετανοεῖτε, ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ, Ποιήσατε καρποὺς ἀξίους τῆς μετανοίας. Ἢ μήποτε ἐν ἰσχύϊ ἡ φωνὴ, διότι μαρτυρεῖ τῷ ὄντι τῷ ἰσχυρῷ Κυρίῳ ὁ Ἰωάννης, λέγων· Ἐγὼ βαπτίζω ἐν ὕδατι· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστιν. Ἡ φωνὴ οὖν αὕτη ἐμαρτύρει τῇ ἰσχύϊ. Φωνὴ Κυρίου ἐν μεγα λοπρεπείᾳ· τὰ μεγάλα περὶ τοῦ Ἰησοῦ διαλεγομένου 30.77 μυστήρια τοῦ Ἰωάννου, λέγοντος· Εἶδον τὸ Πνεῦμα τὸ ἅγιον ὡς περιστερὰν καταβαῖνον καὶ μέ νον ἐπ' αὐτόν· καὶ πάλιν· Ὅτι ἐκ τοῦ πληρώμα τος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος. Ὑψηλὰ γὰρ τὰ ὕδατα καὶ τοῦ μεγέθους τῆς δόξης τῆς περὶ τὸν Μονογενῆ παραστατικά. ∆ιὸ Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ.

Μεγαλοπρεπὲς δὲ καὶ τὸ λέγειν· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονο γενὴς Υἱὸς, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ἐκεῖνος ἐξηγήσατο. Καὶ πολλὰ μεγαλοπρεπῶς τὰ περὶ τοῦ Κυρίου φαίνεται διηγούμενος, ἐν τῷ λέγειν· Οὐ δύναται ἄνθρωπος λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Μεγαλοπρεπὲς δὲ καὶ τὸ, Ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστί. Καὶ τὸ, Ὁ λαβὼν αὐτοῦ τὴν μαρτυρίαν, ἐσφράγισεν, ὅτι ὁ Θεὸς ἀληθινός ἐστιν. Ὃν γὰρ ἀπ έστειλεν ὁ Θεὸς, τὰ ῥήματα τοῦ Θεοῦ λαλεῖ. Καὶ τὸ, Ὁ πιστεύων εἰς τὸν Υἱὸν, ἔχει ζωὴν αἰώνιον· καὶ ὅσα τοιαῦτα. Οὐδὲν οὖν ταπεινὸν, οὐδὲ μικρο πρεπὲς, ἀλλὰ πάντα μεγαλοφυῶς μετὰ τοῦ ἐπιβάλ λοντος μεγέθους πρεπόντως ἀποδιδόμενα παρὰ τοῦ Ἰωάννου, περὶ τοῦ Κυρίου λελάληται. ∆ιὰ τοῦτο Φωνὴ Κυρίου ἐν μεγαλοπρεπείᾳ. Φωνὴ Κυρίου συντρίβοντος κέδρους. ∆υνα τὸν εἰπεῖν, ὅτι ἑτοιμάζων Κυρίῳ λαὸν κατεσκευασμέ νον, τὰς ἐπαιρομένας ἀσεβείας καὶ ὑψουμένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ συντρίβων καὶ καθαιρῶν, ἐποίει τὰ σκολιὰ εἰς εὐθεῖαν. Ὁ γὰρ πάντα βουνὸν καὶ πᾶν ὄρος ταπεινῶν, οὗτος ἦν ὁ συντρίβων τὰς κέδρους, καὶ ἐξομαλίζων τὴν ἐπιδημίαν τῷ Κυρίῳ, διὰ τοῦ ἐνάγειν εἰς μετάνοιαν τὴν ὑψηλὴν καὶ ἐπηρ μένην καὶ ἀταπείνωτον καρδίαν τοῦ λαοῦ. Ὅθεν δια δεχόμενος αὐτοῦ τὴν ἑτοιμασίαν, συντρίβει ὁ Κύριος, διὰ τῆς ἑαυτοῦ ἐπιδημίας, τὰς ἀντικειμένας δυνά μεις, κέδρους τοῦ Λιβάνου τροπικῶς ὀνομαζομένας. ∆εῖ γὰρ τὸν Κύριον βασιλεύειν, ἄχρις οὗ θῇ τοὺς ἐχ θροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ. Καὶ ταύτας τὰς κέ δρους λεπτυνεῖ, ὡς τὸν μόσχον τὸν Λίβανον. Τί οὖν ἐστιν ὁ μόσχος Λίβανος; Φασὶν, ὅτι κατὰ πολλὴν περιεργίαν οἱ τοῖς εἰδώλοις λατρεύοντες, διὰ τοῦ Λιβάνου μορφοῦντες μόσχων ἀπεικονίσματα, οὕ τως ταῦτα