1

 2

 3

2

κινδύνων ἀγαθὸν θέλῃ σε γενέσθαι, καὶ τὸ στράτευμα τὸ ἑαυτοῦ θελήσῃ συμ βαλεῖν τῷ στρατεύματι τῷ ὑπεναντίῳ, ἐνταῦθα σὺ πρὸς πάντα πόνον ἀήττητος ἔσο τῇ παρασκευῇ, καὶ πρὸς κίνδυνον ἄτρεπτος τῇ ψυχῇ, καὶ γῆν ἐκ γῆς μετανίστασο προθύμως, καὶ θάλατταν ἐκ θαλάττης. Ὅταν γὰρ διώκωσιν ὑμᾶς, φησὶ, φεύγετε ἀπὸ πόλεως εἰς πόλιν. Καὶ εἰς δικαστήριον ὅταν δέῃ καλεῖ 31.624 σθαι, καὶ πρὸς ἄρχοντας παραστῆναι, καὶ δήμων ἐπαναστάσεις ὑπενεγκεῖν, καὶ δημίου βλέμμα φοβε ρὸν ἰδεῖν, καὶ σκληρὰν ἀκοῦσαι φωνὴν, καὶ κολαστη ρίων ὄψιν ὑπομεῖναι χαλεπὴν, καὶ πειραθῆναι βασά νων, καὶ μέχρι θανάτου διαγωνίσασθαι, μὴ ἀπειθήσῃς πρὸς ἅπαντα ταῦτα, πρὸ ὀφθαλμῶν ἔχων τὸν ὑπὲρ σοῦ ἐν τούτοις γενόμενον Χριστὸν, εἰδὼς, ὅτι διὰ τὸν Χριστὸν ἐν τούτοις γενέσθαι σε δεῖ, καὶ νικήσεις ἐν τούτοις. Νικητῇ γὰρ ἀκολουθεῖς βασιλεῖ, τῆς νίκης αὐτοῦ βουλομένῳ σε γενέσθαι κοινωνόν. Οὐδὲ γὰρ ἀποθανὼν ἡττήθης, ἀλλὰ τότε δὴ καὶ τελεώτατα ἐνί κησας, ἄχρι τέλους ἄτρεπτον φυλάξας τὴν ἀλήθειαν σεαυτῷ, καὶ τὴν ὑπὲρ τῆς ἀληθείας παῤῥησίαν ἀμετακίνητον σχών.

Καὶ ἀπὸ τοῦ θανάτου μὲν πρὸς αἰώνιον ὁδεύσεις ζωὴν, ἀπὸ δὲ τῆς παρὰ ἀνθρώποις ἀτιμίας ἐπὶ τὴν δόξαν τὴν παρὰ Θεοῦ, καὶ ἀπὸ τῶν ἐν κόσμῳ θλίψεων καὶ κολάσεων ἐπὶ τὰς αἰωνίους ἀναπαύσεις τὰς σὺν ἀγγέλοις. Γῆ σε πολίτην οὐκ ἀπεδέξατο, ἀλλ' οὐρανὸς ὑποδέξεται, κόσμος ἐδίωξεν, ἀλλὰ βαστάσουσιν ἄγγε λοι παραστῆσαί σε Χριστῷ· καὶ φίλος κληθήσῃ, καὶ τὸν ποθεινότατον ἔπαινον ἀκούσεις· Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστὲ, στρατιῶτα γενναῖε, καὶ μιμητὰ τοῦ ∆εσπότου, βασιλέως ἀκόλουθε, ἐγώ σε τοῖς ἐμοῖς ἀμείψομαι δώροις· ἐγὼ τῶν σῶν ἀκούσομαι λόγων, ἐπεὶ καὶ σὺ τῶν ἐμῶν. Αἰτήσεις ἀδελφῶν σωτηρίαν καταπονουμένων, καὶ τοῖς κοινωνοῖς τῆς πίστεως καὶ τοῖς μύσταις τῆς ἱερᾶς ἀγάπης λήψῃ παρὰ τοῦ βασιλέως τὴν τῶν ἀγαθῶν μετουσίαν· χορεύσεις δὲ τὰς αἰωνίους χορείας, καὶ μεταξὺ τῶν ἀγγέλων στε φανηφορήσεις, βασιλεύων κτίσεως ὑπὸ τῷ βασιλεῖ, καὶ συνδιαιωνίζων μακαρίως τῷ τῆς μακαριότητος χορῷ. Εἰ δὲ καὶ ἐπὶ κόσμου σε καταλεῖψαι ἔτι μετὰ τοὺς ἀγῶνας θέλοι, ἵνα καὶ πλείονας ἀγῶνας καὶ ποι κίλους διαγωνίσῃ, καὶ σώσῃς ἐκ τῶν ἀοράτων καὶ ὁρατῶν πολέμων πολλοὺς, μεγάλη σου καὶ κατὰ γῆν ἡ δόξα, καὶ παρὰ τοῖς φίλοις ἔσῃ τίμιος, προστάτην σε καὶ βοηθὸν καὶ πρεσβευτὴν ἀγαθὸν εὑρηκόσιν. Οὗτοι θρέψουσιν ὡς στρατιώτην ἀγαθόν· οὗτοι τιμήσουσιν ὡς ἀριστέα γενναῖον· οὗτοι δεξιώσονται καὶ μετὰ χαρᾶς ὑποδέξονται ὡς ἄγγελον Θεοῦ δεχόμενοι, καθὰ Παῦλός φησιν, ὡς Χριστὸν Ἰησοῦν. Ταῦτα καὶ τὰ τοιαῦτα τῆς θείας στρατείας τὰ παραδείγματα. ∆ιαλέγεται δὲ οὐκ ἀνδράσι μόνοις ὁ λόγος. Στρατεύεται γὰρ καὶ τὸ θῆλυ παρὰ Χριστῷ, τῇ ψυχικῇ ἀνδρείᾳ κατα λεγόμενον εἰς τὴν στρατείαν, καὶ οὐ διὰ τὴν τοῦ σώ 31.625 ματος ἀσθένειαν ἀποδοκιμαζόμενον, καὶ πολλαὶ γυ ναῖκες ἠρίστευσαν ἀνδρῶν οὐκ ἔλαττον.

Εἰσὶ δὲ αἳ καὶ μειζόνως εὐδοκίμησαν. Ἐκ τούτων εἰσὶν αἱ τῆς παρθενίας πληροῦσαι τὸν χορόν. Ἐκ τούτων αἳ τοῖς ἀγῶσι τῆς ὁμολογίας καὶ ταῖς νίκαις τῆς μαρτυρίας ἐκλάμπουσιν. Ἠκολούθουν δὲ καὶ αὐτῷ τῷ Κυρίῳ κατὰ τὴν παρουσίαν οὐκ ἄνδρες μόνον, ἀλλὰ καὶ γυναῖκες, καὶ δι' ἀμφοτέρων ἡ λειτουργία τοῦ Σωτῆρος ἐπετελεῖτο. Τοιούτων καὶ οὕτως ἐνδόξων ἀποκειμένων τῇ στρατείᾳ τῇ κατὰ Χριστὸν, ἐπιθυμείτωσαν. αὐτῆς καὶ πατέρες παίδων, καὶ μητέρες θυγατέρων. Προσαγέτωσαν τὰ αὑτῶν γεννήματα, χαίροντες ἐπὶ ταῖς αἰωνίοις ἐλπίσιν, ὧν οἱ παῖδες αὐτοῖς μεθέξουσι, προστάτας ἔχειν παρὰ Χριστῷ καὶ πρεσβευτὰς ἀγαθοὺς ἐπιθυμοῦντες. Καὶ μὴ μικρόψυχοι περὶ τοὺς παῖδας γενώμεθα, μηδὲ φοβηθῶμεν εἰ πονήσουσιν, ἀλλ' εὐφρανθῶμεν, ὅτι δοξασθήσονται. Παραστήσωμεν τῷ Κυρίῳ τὰ δοθέντα παρ' αὐτοῦ, ἵνα καὶ τῆς εὐδοκιμήσεως τῶν παίδων γενώμεθα κοινωνοὶ, συμπροσάγοντες ἑαυτοὺς καὶ συμπαριστῶντες. Τοῖς δὴ οὕτω προθυμουμένοις καὶ