Ad Calosyrium

 ἀλλοιοῦται 606 Χριστὸς, οὐδὲ τὸ ἅγιον αὐτοῦ σῶμα μεταβληθήσεται, ἀλλ' ἡ τῆς εὐλογίας δύναμις, καὶ ἡ ζωοποιὸς χάρις διηνεκής ἐστιν ἐν αὐτῷ. Περιέρχοντα

ἀλλοιοῦται 606 Χριστὸς, οὐδὲ τὸ ἅγιον αὐτοῦ σῶμα μεταβληθήσεται, ἀλλ' ἡ τῆς εὐλογίας δύναμις, καὶ ἡ ζωοποιὸς χάρις διηνεκής ἐστιν ἐν αὐτῷ. Περιέρχονται δὲ καὶ ἕτεροί τινες, ὡς φασὶ, προσποιούμενοι μόνῃ σχολάζειν τῇ προσευχῇ, καὶ οὐδὲν ἐργαζόμενοι, καὶ ὄκνου πρόφασιν καὶ πορισμοῦ ποιοῦνται τὴν εὐσέβειαν, οὐκ ὀρθὰ φρονοῦντες. ἐπεὶ λεγέτωσαν ἑαυτοὺς καὶ τῶν ἁγίων ἀποστόλων κρείττονας, οἳ εἰργάζοντο μὲν ἐνδιδόντος αὐτοῖς τοῦ καιροῦ τὴν εἰς τοῦτο σχολὴν, ἔκαμνον δὲ καὶ εἰς τὸν λόγον τοῦ Θεοῦ. πῶς δὲ καὶ ἐπελάθοντο γράφοντος τοῦ μακαρίου Παύλου πρός τινας "Ἀκούω γὰρ περιπατεῖν "ἐν ὑμῖν τινας μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους;"

Οὐκ ἀποδέχεται τοίνυν τοὺς τοῦτο δρῶντας ἡ Ἐκκλησία. δεῖ μὲν γὰρ ὁμολογουμένως εὔχεσθαι συντόνως ἐνηρεμοῦντας τοῖς ἀσκητηρίοις· λυπεῖ δὲ οὐδὲν, μᾶλλον δὲ καὶ ὠφελιμώτατόν ἐστιν ἄγαν τὸ καὶ ἐργάζεσθαι, ἵνα μὴ ἑτέροις ἐπαχθὴς εὑρεθῆ, τοὺς αὐτῶν ἱδρῶτας εἰς ἰδίαν δεχόμενος χρείαν, δυνηθῇ δὲ καὶ ἀπὸ τῶν αὐτοῦ πόνων παραμυθήσασθαι χήραν καὶ ὀρφανὸν, καὶ ἀσθενοῦντάς τινας τῶν ἀδελφῶν. εἰ δὲ νομίζουσιν εἶναι καλὸν, τὸ ἔργου μὴ ἅπτεσθαι, ὅταν πάντες τὰ αὐτῶν ζηλώσωσι, τίς ὁ τρέφων αὐτούς; ἀργίας τοίνυν καὶ γαστριμαργίας πρόφασιν ποιοῦνταί τινες, τὸ δεῖν οἴεσθαι μόνῃ σχολάζειν τῇ προσευχῇ, ἔργου δὲ ὅλως μὴ ἅπτεσθαι. μὴ συγχώρει δὲ τοῖς ὀρθοδόξοις μετὰ τῶν καλουμένων Μελετιανῶν συνάγεσθαι, ἵνα μὴ γένωνται κοινωνοὶ τῆς ἀποστα 607 σίας αὐτῶν. ἀλλ' εἰ μὲν ἐκεῖνοι μετανοοῦντες ἔρχονται πρὸς τοὺς ὀρθοδόξους, ἔστωσαν δεκτοί· μηδεὶς δὲ ἀδιαφορείτω, μηδὲ κοινωνείτω ἐκείνοις μὴ μεταγινώσκουσιν, ἵνα μὴ, ὡς ἔφην, κοινωνοὶ γένωνται τῆς ἐνούσης κακοπιστίας αὐτοῖς.

Ταῦτα ἡ σὴ θεοσέβεια ἀναγνωσθῆναι παρασκευασάτω ἐν ἐκείνοις τοῖς μοναστηρίοις εἰς οἰκοδομὴν τῶν αὐτόθι, καὶ παραγγελλέτω φυλάττειν αὐτὰ, ἵνα μήτε οἱ ὀρθόδοξοι κάμνωσι παραλυομένης αὐτῶν τῆς συνειδήσεως, μήτε μὴν οἱ ἀργοτροφεῖν ἐθέλοντες ἔχωσί τινα παρείσδυσιν τοῦ δοκεῖν εἶναι χρηστοί. Ἐῤῥῶσθαί σε ἐν Κυρίῳ εὔχομαι, ἀγαπητὲ καὶ ποθεινότατε.