De sancta trinitate dialogi ΤΟΥ ΑΓΙΟΥ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝ∆ΡΕΙΑΣ <περὶ ἁγίας τε
ΛΟΓΟΣ ΠΕΜΠΤΟΣ Ὅτι τὰ τῆς θεότητος ἴδια καὶ ἡ δόξα φυσικῶς ἐν
587 {Α.} Ἰσότητος μὲν οὖν, οἶμαι, πέρι, καὶ μὴν ὅτι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς
εἴπερ ἐξ ἀγεννησίας ἔτι, τουτέστιν ἐκ τοῦ κατὰ δύναμιν, εἰς γέννησιν κατ' ἐνέργειαν οὐκ ἀχρόνως προήκοι ἄν, καὶ εἰ βραχὺ κομιδῇ καὶ ἀκαριαῖον νοοῖτο τὸ μεταξύ. Εἶναι δέ φημι πάναισχρόν τε καὶ ἀκαλλὲς ἥλιον μὲν οἴεσθαι καὶ πῦρ οὔ ποτε μὲν ὅπερ εἰσὶν οὐκ εἶναι τυχόν, ἀλλ' οὐδὲ στάσιν καὶ ἕδραν ἐσχηκέναι πώποτε, τὴν ἐν μόνῳ τῷ κατὰ δύναμιν νοουμένην, ἥκειν δὲ οὕτως εἰς ἐνέργειαν ὡς ἐν κινήσει τῇ κατὰ χρόνον καὶ φύσει, συμπεφυκότα δὲ μᾶλλον καὶ τῇ τῆς γενέσεως ἀρχῇ συντρέχοντα τὰ ἐνόντα λαχεῖν, Θεὸν δὲ σωμάτων μὴ ὑπερκεῖσθαι λέγειν, μήτε μὴν ὑπονοεῖν φύσεως ἰδίας ὥσπερ ἕπεσθαι θεσμοῖς ἔν γε τῷ χρῆναι τεκεῖν, ᾗπερ ἂν αὐτῷ τε καὶ μόνῳ πρέποι.
ΛΟΓΟΣ ΤΡΙΤΟΣ Ὅτι Θεὸς ἀληθινὸς ὁ Υἱὸς καθὰ καὶ ὁ Πατήρ.
{Α.} Ἄριστον μέν, ὦ Ἑρμεία, φαίης ἂν οἶδ' ὅτι καὶ αὐτός που τάχα τοῖς εἰς
ἀρετὴν σπουδάσμασιν ἐναγλαΐζεσθαι δεῖν, ἐμφιλοχωρεῖν δὲ μάλιστα τοῖς εἰς εὐσέβειαν λόγοις, εἶεν δ' ἂν οὗτοι οἱ περὶ Θεοῦ. Τοιγάρτοι καὶ Γράμμα φησὶν ἱερόν· "Καὶ λαλήσεις ἐν αὐτοῖς καθήμενος ἐν οἴκῳ καὶ πορευόμενος ἐν ὁδῷ, κοιταζόμενος καὶ διανι στάμενος." Τὸ γὰρ οἶμαι δεῖν ἀκαταλήκτως ἔχειν τὸν θεῖον ἡμᾶς ἐπὶ γλώττης λόγον οὐκ ἀσυντελὲς εἰς ὄνησιν καὶ οὐχ ἑτέροις ἂν πρέποι μᾶλλον, ἢ οἷς ἐν φροντίδι τὸ διαβιῶναι θεοφιλῶς. {Β.} Σύμφημι κἀγώ· τοῦδε γὰρ ἄμεινον οὐδέν. Ἐπειδὴ 462 δὲ ἀποχρώντως ἡμῖν εἴς γε τὸ παρὸν ὁ περὶ τῆς θείας τε καὶ ἀπορρήτου γεννήσεως ἐκβεβασάνισται λόγος, ὡς ἐξέφυ μὲν ἑτέρωθεν οὐδαμῶς, ἐξ αὐτῆς δὲ ἡμῖν τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς ἀνέλαμψεν ὁ Υἱός· ὧδε γὰρ ἔχων ἐφαί νετο· τί τὸ ἀναπεῖθον ἔτι τοὺς δι' ἐναντίας, ἕνα μὲν ὑπάρχειν οἴεσθαι Θεὸν τὸν Πατέρα κατὰ φύσιν καὶ ἀληθινόν, συναριθ μεῖν δὲ αὐτῷ μηδένα παντελῶς, ἀλλὰ καὶ αὐτὴν τοῖς ἄλλοις ὁμοῦ πόρρω που τῆς ἀληθοῦς θεότητος, τὴν τοῦ μόνου καὶ ἀληθῶς Υἱοῦ παρωθεῖσθαι φύσιν; {Α.} Τί τὸ ἀναπεῖθον, ἐπείπερ ἔρεσθαί σοι δοκεῖ, φαίην ἂν ἔγωγε περὶ τῶν ὧδε διειληφότων, ὡς εἴη μὲν "Ἐξ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας. Ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας ὁ οἶνος αὐτοῖς." Ἐκμεμεθυσμένοι γὰρ ὥσπερ τοῖς οὐκ οἶδ' ὅθεν ἐξευρημένοις ψευδηγορήμασιν, ἐκ τοῦ πονηροῦ θησαυροῦ τῆς καρδίας αὐτῶν ἐρεύγονται πονηρά. Ἀχάλινοι δὲ ταῖς ἐφ' Υἱῷ δυσφημίαις ἀνέντες τὴν γλῶτταν, κἂν ἀδελφὴν καὶ γείτονα τῆς τῶν Φαρισαίων ἀφιλοθεΐας νοσοῦντες ἀπόνοιαν, ἀκουόντων σὺν ἐκείνοις· "Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λέγειν πονηροὶ ὄντες;" Καίτοι χρῆν δή που ταῖς οὕτω σεπταῖς τε καὶ ἀπορρήτοις ἐρεύναις ἐνιέντας τὸν νοῦν τὸ μὲν σφίσι δοκοῦν οὐχὶ δή που πάντως οἴεσθαι καλῶς καὶ ἀδιαβλήτως ἔχειν, ἐν κύκλῳ δὲ ὥσπερ τὸν ἔσω καὶ κεκρυμμένον περικομίζοντας ὀφθαλμὸν καὶ μυρίων ὅσων ἐννοιῶν διαθέοντας πλάτος, ἀποφοιτᾶν μὲν ὡς ἀπωτάτω τῶν ἐξ ἐλαφρίας συντεθειμένων, δοκιμάσαντας δὲ ἀκριβῶς τὸ τελοῦν εἰς ὄνησιν καὶ τῆς εἰς εὐθὺ διαλήψεως καὶ ἀκραιφνῶς ἔχοντος λόγου ποδηγούντων εἰς κατάληψιν, μόνοις ἐφιζῆσαι τοῖς τῆς ἀληθείας δόγμασιν. Ἀποπληξία γάρ, οἶμαι, νοῦ καὶ παρακοπὴ Θεὸν μὲν οὐκ εἶναι λέγειν κατὰ φύσιν καὶ ἀληθινὸν τὸν ἐκ Θεοῦ πεφηνότα Υἱόν, ὡς λόγον ἐκ νοῦ ἢ ὥσπερ ἂν εἴη τοῦ φωτὸς ἀπαύγασμα τυχόν, εἰκαίοις δὲ ὥσπερ ἐπινήχεσθαι λογισμοῖς καὶ κιβδήλοις ἐννοιῶν ἐπαυχεῖν εὑρήμασιν. Ἦ γὰρ οὐκ ἄμεινον ἐξ εὐμαθοῦς διανοίας ἐκεῖνο ἰδεῖν, ὡς ἔνθαπερ ἂν εἴη τὸ γεννᾶσθαι κατὰ φύσιν οὐ διεψευσμένον, ἐκεῖ δήπου πάντως καὶ τῷ γεννω μένῳ πρὸς τὸ γεννῶν εἴη ἂν οὐ σχετικὴ μᾶλλον ἢ ψευδώνυμος ἡ οἰκειότης, ἀλλὰ φυσική; Ἐξ αὐτῆς γὰρ ἔσται τῆς οὐσίας τοῦ τεκόντος τὸ ἀληθῶς γεννώμενον. Πῶς ἂν οὖν ἁμάρτοι καὶ ἐξοίχοιτο κατ' αὐτοὺς τοῦ κατ' ἀλήθειαν εἶναι Θεὸς τὸ ἐκ Θεοῦ γεννηθέν; 463 {Β.} Ναὶ καὶ αὐτὸν φαῖεν ἂν ἴσως ὡς Θεός τε εἴη καὶ ἐκ Θεοῦ, πλὴν ἑτεροίως καὶ παρηλλαγμένως.