Epistula ad Constantium imperatorem

 οὐρανῶν θεόθεν μαρτυρούμενον. 5 Ἐπεὶ τοίνυν ἡμεῖς, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, τὸ τοῦ θαύματος παράδοξον αὐταῖς ὄψεσι παραλαβόντες, θεῷ μὲν τῷ παμβασ

οὐρανῶν θεόθεν μαρτυρούμενον. 5 Ἐπεὶ τοίνυν ἡμεῖς, οἱ τῆς Ἱερουσαλὴμ οἰκήτορες, τὸ τοῦ θαύματος παράδοξον αὐταῖς ὄψεσι παραλαβόντες, θεῷ μὲν τῷ παμβασιλεῖ καὶ υἱῷ τῷ μονογενεῖ τοῦ θεοῦ τὴν πρέπουσαν μετ' εὐχαριστίας προσκύνησιν ἀπεδώκαμεν τε καὶ ἀποδώσομεν, εὐχὰς ἐκτενεῖς καὶ ὑπὲρ τοῦ θεοφιλοῦς σου κράτους ἐν τοῖς ἁγίοις τόποις πεποιημένοι τε καὶ ποιησόμενοι, ἔδει δὲ τὰς ἐπουρανίους ταύτας θεοπτίας μὴ παραδοῦναι σιωπῇ, ἀλλ' εὐαγγελίσασθαι σου τὴν ἔνθεον εὐσέβειαν ἐξαυτῆς διὰ τούτων ἐσπούδασα τῶν γραμμάτων· ἵν' ἀγαθῷ θεμελίῳ τῆς παρὰ σοὶ προϋπαρχούσης πίστεως τὴν ἐκ τῶν προσφάτως θεόθεν ἐπιδειχθέντων γνῶσιν ἐποικοδομήσας, βεβαιότερον μὲν τὴν εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀναλάβῃς τὴν ἐλπίδα, θαρσῶν δὲ καὶ πασῆς ἀνδρείας συνήθως πεπληρωμένος, ὡς ἂν αὐτὸν θεὸν ἔχων σύμμαχον, τὸ τοῦ σταυροῦ τρόπαιον ἑτοιμότατα προφέρῃς, καύχημα καυχημάτων, τὸ δειχθὲν ἐν οὐρανῷ σημεῖον ἐπαγόμενος· οὗ καὶ τὸ σχῆμα δείξας ἀνθρώποις οὐρανὸς μειζόνως ἐκαυχήσατο. 6 Τὸ μέντοι θαυματούργημα τοῦτο, βασιλεῦ θεοφιλέστατε, προφητῶν μαρτυρίαις καὶ Χριστοῦ φωναῖς ἁγίοις εὐαγγελίοις ἐγκειμέναις ἀκολούθως, ἐτελέσθη τε νῦν καὶ πάλιν μειζόνως τελεσθήσεται· ἐν γὰρ τῷ κατὰ Ματθαῖον εὐαγγελίῳ μελλόντων πραγμάτων γνῶσιν ὁ σωτὴρ τοῖς μακαρίοις ἀποστόλοις αὐτοῦ δωρούμενος καὶ δι' ἐκείνων τοῖς μετ' αὐτοὺς ὁμιλῶν λευκότατα προαναφωνῶν ἔλεγε· "Καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν οὐρανῷ". Ἥντινα τοῦ εὐαγγελίου θείαν βίβλον συνηθῶς εἰς χεῖρας ἀναλαβών, τὰς περὶ τούτου κειμένας προαγγελτικὰς μαρτυρίας ἐγγράφως εὑρήσεις· ὧν μαλιστά σε, δέσποτα, πυκνοτέρᾳ τῇ μελέτῃ προσέχειν παρακαλῶ, διὰ τὰ λοιπὰ τῶν κατὰ τὴν αὐτόθι γεγραμμένων ἀκολουθίαν, τῶν ὑπὸ τοῦ σωτῆρος ἡμῶν προαναφωνηθέντων, πολλῆς μετ' εὐλαβείας δεομένων τῆς παρατηρήσεως, πρὸς τὸ μηδεμίαν ἐξ ἀντικειμένης ἐνεργείας ὑπομεῖναι τὴν βλάβην. 7 Ταύτας σοὶ τῶν ἡμετέρων λόγων, βασιλεῦ θεοφιλέστατε, προσφέρω τὰς ἀπαρχάς· ταύτας ἐξ Ἱεροσολύμων πρώτας ἀποφθέγγομαι τὰς φωνάς, σοὶ τῷ γνησιωτάτῳ καὶ πανευσεβεῖ μεθ' ἡμῶν Χριστοῦ προσ κυνητῇ, τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, τοῦ τὴν οἰκουομικὴν κατὰ τὰς θείας γραφὰς ἐν Ἱεροσολύμοις τελέσαντος σωτηρίαν, τοῦ πατήσαντος μὲν ἐνταῦθα τὸν θάνατον, οἰκείοις δὲ τιμίοις αἵμασι τὰς ἀνθρώπων ἁμαρτίας ἐξαλείψαντος, ζωὴν δὲ καὶ ἀφθαρσίαν καὶ πνευματικὴν ἐπουράνιον χάριν τοῖς πιστεύουσιν ἅπασιν παρασχόντος. Οὗ τῇ τε δυνάμει καὶ τῇ χάριτί σε φρουρούμενον, λαμπροτέροις τε καὶ μείζοσιν εὐσεβείας ἐμπρέποντα κατορθώμασιν, υἱῶν τε γνησίων βασιλικοῖς ἐναβρυνόμενον βλαστήμασιν, αὐτὸς ὁ παμβασιλεὺς θεός, ὁ πάσης ἀγαθωσύνης πάροχος, πολλαῖς ἐτῶν εἰρηνικαῖς περιόδοις, καύχημα χριστιανῶν καὶ κόσμῳ σύμπαντι φυλάξειε πανέστιον. 8 ἐρρωμένον σε καὶ πάσῃ κεκοσμημένον ἀρετῇ καὶ τὴν συνήθη τῶν τε ἁγίων ἐκκλησιῶν καὶ τῆς ῥωμαίων ἀρχῆς τὴν φιλανθρωπίαν ἐνδεικνύμενον καὶ μείζοσιν εὐσεβείας βραβείοις ἐναβρυνόμενον, πολλαῖς εἰρηνικαῖς ἐτῶν περιόδοις ὁ τῶν ὅλων θεὸς ἡμῖν χαρίσηται πανέστιον, Αὔγουστε βασιλεῦ θεοφιλέστατε.