1

1

Anaphora Graeca

«Ἄξιον καὶ δίκαιόν ἐστιν ὁ Θεὸς ἡμῶν, εὐχαριστεῖν σοι ἀδιαλείπτως ὑπὲρ πασῶν τῶν εὐεργεσιῶν σου ὧν ἐδωρήσω ἡμῖν, πρῶτον μὲν ὅτι ἀπέστειλας ἡμῖν ἐξ οὐρανοῦ τὸν ἅγιον παῖδά σου, τὸν σύνθρονον τῆς βασιλείας σου, τὸν συναΐδιόν σου υἱόν, τὸν Θεὸν λόγον, ὃς 299 ἐλθὼν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, λαβὼν τὴν ἡμετέραν ἀνθρωπότητα ὁ λόγος σὰρξ γενόμενος μὴ ὑπομείνας τροπήν, διὰ Πνεύματος ἁγίου σάρκα καὶ ψυχὴν ἔννουν ἀνθρώπου ἔχων καὶ πάντα τὰ τοῦ ἀνθρώπου χωρὶς ἁμαρτίας, οὐχ ὡς ἐν ἀνθρώπῳ τινὶ ἐνοικήσας, ἀλλὰ αὐτὸς ὅλως ὁ Θεὸς λόγος τέλειος τελείως βρωθείς, οὐκ ἀλλοιώσας τὴν ἀνθρωπότητα, οὐχὶ δύο ὑπάρχων, ἀλλ' εἷς βασιλεύς, εἷς Χριστός, εἷς Κύριος θεότητι καὶ ἀνθρωπότητι, ἀφύρτως καὶ ἀδιαιρέτως τὴν θείαν καὶ τὴν ἀνθρωπίνην πιστούμενος φύσιν τοῖς θεοσημείοις καὶ τοῖς πάθεσι τοῖς ἀνθρωπίνοις, μέλλων ἔρχεσθαι ἐπὶ τὸν ἑκούσιον καὶ ἀοίδιμον καὶ ζωοποιὸν τὸν ὑπὲρ ἡμῶν θάνατον, λαβὼν ἄρτον ἐπὶ τῶν ἁγίων αὐτοῦ καὶ ἀχράντων χειρῶν καὶ ἀναδείξας σοι τῷ Θεῷ καὶ Πατρί, εὐχαριστήσας, εὐλογήσας, ἁγιάσας ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ τοῖς ἁγίοις ἀποστόλοις εἰπών· Λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου τὸ ὑπὲρ ὑμῶν κλώμενον εἰς ἄφεσιν ἁμαρτιῶν. Ὡσαύτως μετὰ τὸ δειπνῆσαι, λαβὼν ποτήριον καὶ κεράσας ἐκ δύο στοιχείων, ἐκ γεννήματος ἀμπέλου καὶ ὕδατος, ἐσφράγισε ποτήριον ἀθανασίας καὶ ἔδωκε τοῖς μαθηταῖς αὐτοῦ εἰπών· Πίετε ἐξ αὐτοῦ πάντες, τοῦτό ἐστι τὸ αἷμά μου τὸ τῆς καινῆς διαθήκης τὸ ὑπὲρ ὑμῶν καὶ πολλῶν ἐκχυνόμενον εἰς ἄφεσιν ἁμαρτιῶν». «Ἵνα ὁ ἄρτος οὗτος μετατραπεὶς γένηται σῶμα Χριστοῦ, σῶμα θεῖον, σῶμα σωτήριον ψυχῶν καὶ σωμάτων, καὶ τὸ ἐν τῷ ποτηρίῳ τούτῳ κερασθὲν ἐπὶ τὸ αὐτὸ αἷμα Χριστοῦ, αἷμα καινῆς διαθήκης, αἷμα σωτήριόν ἐστιν ἡμῖν, εἰς τὸ μετέχειν ἡμᾶς ὅλους τῶν ἁγίων σου μυστηρίων ἐν καινότητι τοῦ πνεύματος καὶ οὐχὶ παλαιότητι τοῦ γράμματος».