1

 2

 3

 4

 5

 6

 7

7

ὅσα εἶπεν αὐτὸς ἐν προφητείᾳ, αὐτῇ τῇ ἡμέρᾳ ἄγγελος ὀφθεὶς ἐπεδευτέρωσεν αὐτοῦ τὴν προφητείαν, ὥσπερ ἐγένετο ἐν ταῖς ἡμέραις τῆς ἀναρχίας, ὡς γέγραπται ἐν Σφαρφωθείμ, τουτέστιν ἐν βίβλῳ Κριτῶν. Νέος δὲ ὢν ὁ προφήτης ἀπέθανε καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ ἐν τῷ ἀγρῷ αὐτοῦ.

κγʹ. Ζαχαρίας ἄλλος προφήτης καὶ ἱερεύς. Οὗτος ἦν 24 υἱὸς Ἰωδαὲ ἱερέως, πατὴρ δὲ Ἰωάννου τοῦ βαπτιστοῦ. Τοῦ-τον ἀπέκτεινεν Ἡρώδης ὁ βασιλεὺς ἐχόμενα τοῦ θυσιαστηρίου καὶ τοῦ οἴκου κυρίου. Οὗτος δὲ ἦν ἐξ Ἱερουσαλὴμ ἐξ οἴκου ∆αυίδ, ἀνὰ μέσον τοῦ Ἐλὰμ ἐξ οἴκου κυρίου. Οὗτος ἐπροφήτευσε περὶ Χριστοῦ γενεᾶς. Ἐκεῖ οὖν αὐτὸν ἔθαψαν ἐν οἴκῳ θεοῦ ἐχόμενα ναοῦ κυρίου. Ἔκτοτε ἐγίνοντο τέρατα πολλὰ ἐν τῷ ναῷ καὶ φαντασίαι καὶ οὐκ ἴσχυον οἱ ἱερεῖς ἰδεῖν οὐκέτι ὀπτασίαν ἀγγέλων· οὐδὲ δοῦναι χρησμοὺς τῷ λαῷ ἐν ∆αβεὶρ οὔτε ἐρωτῆσαι ἐν τῷ Ἐφοὺδ οὔτε διὰ τῶν δήλων ἀποκριθῆναι, ἕως τὸ πρίν, ἕως τῆς ἡμέρας ἐκείνης.

κδʹ. Συμεὼν ὁ ἱερεύς· οὗτος ἦν ἐκ φυλῆς Ἀαρών. Οὗτος ἐχρηματίσθη ὑπὸ πνεύματος ἁγίου τοῦ μὴ ἰδεῖν θά-νατον ἕως ἂν ἴδῃ τὸν Χριστὸν ἐν σαρκί. Οὗτος ἐβάστασε τὸν κύριον εἰς τὰς ἰδίας ἀγκάλας. Καὶ ἐδόξασε τὸν θεὸν εἰπών· εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου. Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ. Ἀπέθανε δὲ καὶ ἐτάφη πλησίον τῶν ἱερέων πρε-σβύτης πλήρης ἡμερῶν.

<κεʹ.> Ἰωάννης ὁ βαπτιστὴς υἱὸς Ζαχαρίου καὶ Ἐλι25 σάβετ. Οὗτος ἦν ἐκ φυλῆς Λευΐ. Οὗτος ἐδήλωσεν ἡμῖν τὸν ἀμνὸν τοῦ θεοῦ τὸν υἱὸν τοῦ πατρὸς τὸν ἄραντα τοῦ κόσμου τὴν ἁμαρτίαν. Οὗτος εἴσοδος ἡμῖν ἐγένετο τῆς τοῦ θεοῦ βασιλείας. Οὐδεὶς γὰρ ἐν γεννητοῖς γυναικῶν μείζων ἐστὶν Ἰωάννου τοῦ βαπτιστοῦ. Ἀπέθανε δὲ τμηθεὶς τὴν κεφαλὴν παρὰ Ἡρῴδου, διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. Καὶ ἄλλοι δὲ προφῆται ἐγένοντο, ὧν τὰ ὀνόματα ἐγγέ-γραπται ἐν ταῖς αὐτῶν γενεαῖς, ἐν βίβλῳ ὀνομάτων Ἰσραήλ, ὧν οὐκ ἐμνημονεύσαμεν.