1

 2

2

9 Τότε ὁ ᾅδης ἀκούσας κατελύθη, καὶ αἱ πύλαι αὐτοῦ αἱ χαλκαὶ συνετρίβησαν, καὶ οἱ μοχλοὶ αὐτοῦ οἱ σιδηροῖ συνεθλάσθησαν, καὶ ἐξήλλοντο αἱ τῶν ἁγίων ψυχαὶ ἀκολουθοῦσαι τοῖς ἴχνεσι τοῦ Χριστοῦ· τότε ἐπληρώθη τὸ γεγραμμένον· "Ἐκεῖ συνέτριψεν πύλας χαλκάς, καὶ μοχλοὺς σιδηροῦς συνέθλασεν".

10 Ἐβόησε δὲ καὶ ἡ γῆ λέγουσα· ∆έσποτα, φεῖσαί μου τῶν κακῶν, κούφισόν με τῆς ὀργῆς, λῦσόν με τῆς κατάρας, ἀνθ' ὧν ἐδεξάμην αἵματα καὶ ἀνθρώπων σώματα, ἔτι δὲ καὶ τὸ σὸν σῶμα· δέσποτα, ἀπολάμβανέ σου τὸν Ἀδάμ.

11 Ἀνέστη γοῦν ὁ κύριος διὰ τριῶν ἡμερῶν, διδάσκων ἡμᾶς τριάδα ἐν μονάδι προσκυνεῖν· πᾶσαι δὲ αἱ πατριαὶ τῶν ἐθνῶν ἐσώθησαν ἐν τῷ Χριστῷ· εἷς γὰρ ἐκρίθη καὶ μυριάδες ἐσώθησαν· ὁ γὰρ κύριος ἀπέθανεν ὑπὲρ πάντων.

12 Οὗτος δὲ ὁμοίως ἐνδυσάμενος ὅλον τὸν ἄνθρωπον ἀνῆλθεν εἰς τὰ ὕψη τῶν οὐρανῶν, ἀναφέρων δῶρον τῷ πατρὶ οὐ χρυσόν, οὐκ ἄργυρον, οὔτε λίθον τίμιον, ἀλλ' ἄνθρωπον ὃν ἔπλασεν "κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ".

13 Τοῦτον ὁ πατὴρ ὑψώσας ἐν δεξιᾷ αὐτοῦ "ἐπὶ θρόνου ὑψηλοῦ" κεκάθικεν, "ἕως ἂν τεθῶσιν οἱ ἐχθροὶ αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ"· μέλλει γὰρ ἔρχεσθαι κριτὴν ζώντων καὶ νεκρῶν, "οὗ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος", ὅτι δόξα ἐστὶ τῷ πατρὶ καὶ τῷ υἱῷ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.