1

 2

 3

2

ὁ Χριστὸς, ὡς λέγετε; Καὶ γὰρ Ἠλίας, ἄνθρωπος ὢν, τῆς ὁμοίας δόξης ἀξιωθεὶς ἀνελήφθη εἰς οὐρανούς.

Πρὸς οὓς μετὰ παῤῥησίας φθεγξόμεθα· ∆ιὰ τί, ὦ Ἰουδαῖοι, τὰς βίβλους ὡς τυφλοὶ σκυλεύετε, καὶ τὰ γεγραμμένα ἐν αὐταῖς μετὰ ἀκριβείας οὐ βλέπετε; ∆ιὰ τί ἀναγινώσκετε, καὶ οὐκ ἐπιγινώσκετε; Τί γάρ φησιν ἡ θεία Γραφή; Καὶ ἀνελήφθη Ἠλίας ἐν συσσεισμῷ ὡς εἰς τὸν οὐρανόν· τὸ δὲ, ὡς εἰς τὸν οὐρανὸν, ἀμφίβολον ἔχει τὴν ἔννοιαν· τὸ δὲ, εἰς τὸν οὐρανὸν, τρανὴν δείκνυσι τὴν ἀλήθειαν. Ὅτι δὲ οὔτε Ἠλίας, οὔτε ἕτερός τις ἀνέβη εἰς τὸν οὐρανὸν, εἰ μὴ μόνος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, αὐτὸς περὶ ἑαυτοῦ πάντας πληροφορῶν λέγει· Οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν, εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὁ Υἱὸς τοῦ ἀνθρώπου, ὁ ὢν ἐν τῷ οὐρανῷ· ὁ ποιμὴν ὁ καλὸς, ὁ τὰ ἐνενήκοντα ἐννέα τῶν ἀγγέλων πρόβατα καταλιπὼν ἐπὶ τὰ οὐράνια ὄρη, καὶ τὸ πεπλανημένον πρόβατον εὑρηκὼς, καὶ ὤμοις φιλανθρωπίας βαστάζων, καὶ εἰς τὸν οὐράνιον λιμένα ἀνενεγκὼν, τῷ ἰδίῳ Γεννήτορι δωροφορῶν φθέγγεται· Εὗρον, Πάτερ, τὸ πρόβατον τὸ πλανώμενον, ὅπερ ὁ ἀπατεὼν ὄφις δολοτρόποις τεχνάσμασιν ἠπάτησε, καὶ κακίας ὁδοὺς ὑπέδειξε, πηλῷ δὲ τῆς πολυθεΐας τὴν καθαρότητα τῆς θεογνωσίας ἐμόλυνε. Θεασάμενος οὖν αὐτὸ ἐν τῷ βορβόρῳ τοῦ βίου πνιγόμενον, τῇ τῆς θεότητός μου δεξιᾷ ταχέως ἀνήρπασα· καὶ τοῖς τῶν οἰκτιρμῶν σπλάγχνοις ἐν τοῖς τοῦ Ἰορδάνου ῥεύμασιν ἀπέπλυνα, καὶ μυρίσας τῇ εὐωδίᾳ τοῦ ἁγίου μου Πνεύματος, διὰ τῆς ἀναστάσεως νῦν παραγέγονα, ἄξιον τῆς σῆς θεότητος προσκομίζων σοι ξένιον, τὸ λογικὸν πρόβατον.

Σήμερον ὁ διάβολος τὴν οἰκείαν ἧτταν ὀδύρεται, ὁρῶν τὸ ἡμέτερον σῶμα εἰς οὐρανοὺς ἀναγόμενον· σήμερον ἡ ἁμαρτία διὰ τῆς ἀναλήψεως τοῦ Χριστοῦ Ἰησοῦ ὡς καπνὸς διαλέλυται· σήμερον ὁ διάβολος θρηνεῖ λέγων, Τί ποιήσω, ὁ ἄθλιος; Πάντας τοὺς ἀπ' αἰῶνος ὡς ἱέραξ ὀξυπετὴς ἁρπάξας παρ' ἐμοῦ, ἔρημόν με κατέστησε, καὶ πανταχόθεν με πτεροκοπήσας εἰς γῆν κατέῤῥαξεν. Ἠπάτησέ με ὁ τῆς Μαρίας υἱός. Οὐκ ᾔδειν, ὅτι Θεὸς ἐν ἀνθρωπίνῳ κρύπτεται σώματι. Ἔβλεπον αὐτὸν σῶμα ἀνθρώπινον περικείμενον, καὶ ἄνθρωπον αὐτὸν νομίσας ψιλὸν, κατ' αὐτοῦ τοὺς Ἰουδαίους ἐκίνησα· καὶ ἅπερ δι' ἑαυτοῦ μὴ ἐτόλμων διαπράξασθαι, ταῦτα διὰ Ἰουδαίων ἐνήργησα. Μυ43.484 ρίας συκοφαντίας ἐφεῦρον· πᾶν εἶδος ὕβρεως εἰς αὐτὸν ἐπενόησα· καλάμῳ καὶ σπόγγῳ αὐτὸν ἐπότισα· ἀκάνθαις τὴν κεφαλὴν αὐτοῦ ἐστεφάνωσα· ῥαπίσμασιν αὐτὸν ἠτίμωσα, σταυρῷ διὰ ἥλων προσήλωσα· θανάτῳ τέλος ὑποβαλὼν, ὡς νικήσας, μετὰ Ἰουδαίων ἑόρταζον.

Θεασάμενος δὲ αὐτὸν ὅτι τῇ τρίτῃ ἡμέρᾳ ἐγήγερται, καθὼς προεῖπον, ὡς ξίφος κατὰ καρδίας ἀθρόως δεξάμενος κατέπεσον· θεασάμενος δὲ αὐτὸν ὅτι ἐσθίει καὶ πίνει, πάλιν ἕτερον σταυρὸν κατεσκεύαζον. Ἀλλ' ὡς ταῦτα ἐνεθυμούμην πρὸς ἑαυτὸν, ὁρῶ αὐτὸν μετὰ δόξης εἰς οὐρανὸν ἀνερχόμενον, ὅθεν ἐγὼ μετ' αἰσχύνης ἐξέπεσον. ∆ιὸ καὶ Ψαλμῳδὸς ἐκ πολλῶν τῶν χρόνων ἐβόα λέγων· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας· ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως, ὅτι Κύριος ὕψιστος, βασιλεὺς φοβερὸς, μέγας ἐπὶ πᾶσαν τὴν γῆν· καὶ πάλιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Θέλω αὐτὸν καταδιῶξαι, καὶ ὡς μόλιβδος κάτω φέρομαι· βούλομαι αὐτὸν κρατῆσαι, καὶ ἀοράτως ἐξαγκωνίζομαι. Τί ποιήσω ὁ τάλας; Πανταχόθεν με περιήλασεν. Ἐξ οὐρανῶν με ὡς λίθον βραχύτατον εἰς γῆν ἐσφενδόνησε κάτω. Πεσὼν δὲ ἐν τῇ γῇ, ἐν τοῖς ὕδασι κρυβῆναι ἠθέλησα· καὶ εὑρών με ἐν τοῖς τοῦ Ἰορδάνου ῥείθροις κρυπτόμενον, ὡς δράκοντα, κρατήσας ἐμάστιξε. Θέλω κἂν τῆς γῆς κρατῆσαι, καὶ πάντες ὡς δεσποτικῆς νομῆς φύλακες, τὴν κατ' ἐμοῦ φωνὴν βοῶσι· Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. Ἔδειξεν ὁ σεισμὸς, ὅτι τοῦ Κυρίου ἡ γῆ. Ἡ γὰρ γῆ τὸ τοῦ Κυρίου ὄνομα μὴ φέρουσα ἀκαρτερήτῳ τρόμῳ ἐβράσσετο, διὰ τὴν ἀταξίαν τῶν