1

 2

 3

 4

 5

 6

 7

2

τὸ κρυφθὲν, οὕτως ἐν σώματι πιμελώδει ἀναθάλλει τὸ πάθος. Μαρανθεῖσα φλὸξ ἀναλάμπει ἐπιλαβομένη φρυγάνων, καὶ ἡδονὴ σβεσθεῖσα ἀναζωπυροῦται ἐν κόρῳ βρωμάτων. Μὴ ἐλεήσῃς σῶμα ἀτονίαν ἀποδυρόμενον, μηδὲ πιάνῃς αὐτὸ πολυτελείᾳ βρωμάτων· ἐὰν γὰρ ἰσχύσῃ, ἐπαναστήσεταί σοι, καὶ πόλεμον ἄσπονδον κινήσει κατὰ σοῦ, ἕως ἂν αἰχμαλωτεύσῃ σὴν ψυχὴν, καὶ δοῦλον παραδώσει σε τῷ τῆς πορνείας πάθει. Ἵππος εὐήνιος, ἐνδεὲς σῶμα, καὶ οὐ μὴ καταβαλεῖ τὸν ἀναβάτην ποτὲ, ὁ μὲν γὰρ εἴκει ἀγχόμενος χαλινῷ, καὶ τῇ χειρὶ πείθεται τοῦ ἡνιόχου, σῶμα δὲ δαμάζεται ἐν λιμῷ, καὶ ἀγρυπνίᾳ, καὶ οὐκ ἀποσκιρτᾷ τοῦ ἐπιβατοῦντος λογισμοῦ, οὐδὲ χρεμετίσει κινούμενον ὑπὸ ὁρμῆς ἐμπαθοῦς.

ΚΕΦΑΛ. ∆ʹ. Περὶ πορνείας. Σωφροσύνην τίκτει ἐγκράτεια, γαστριμαργία δὲ,

μήτηρ ἀκολασίας· ἔλαιον τρέφει λαμπάδα λύχνου, καὶ πυρσὸν ἡδονῆς ἐξάπτει συντυχία γυναικῶν. Κυμάτων βία χειμάζει πλοῖον ἀνερμάτιστον, καὶ λογισμὸς πορνείας, νοῦν ἀκρατῆ. Πορνεία συμπαραλήψεται κόρον εἰς συμμαχίαν, ἀφήσει γὰρ αὐτὸν, καὶ μετὰ τῶν ἐναντίων στήσεται, καὶ ἐπ' ἐσχάτων συμπολεμήσει τοῖς ἐχθροῖς. Ἄτρωτος διαμένει ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ ὁ ἀγαπῶν ἡσυχίαν, συναναμιγνύμενος δὲ πλήθει συνεχεῖς δέχεται πληγάς. Ὄψις γυναικὸς βέλος ἐστὶ πεφαρμακευμένον, ἔτρωσε τὴν ψυχὴν, καὶ τὸν ἰὸν ἐναπέθετο, καὶ ὅσον χρονίζει, πλείονα τὴν σῆψιν ἐργάζεται. Ὁ φυλασσόμενος 79.1149 ταῦτα τὰ βέλη, οὐ παραβάλλει πανηγύρεσι πανδήμοις, οὐδὲ ἐν ταῖς ἑορταῖς περιάξει κεχηνώς· βέλτιον γὰρ οἴκοι μένοντα σχολάζειν προσευχαῖς, ἢ τιμᾷν νομίζοντα τὰς ἑορτὰς, γίνεσθαι πάρεργον ἐχθρῶν. Φεῦγε συντυχίαν γυναικῶν, ἐὰν θέλῃς σωφρονεῖν, καὶ μὴ δῷς παῤῥησίαν αὐταῖς θαῤῥῆσαί σοί ποτε. Εὐλάβειαν γὰρ ἐν ἀρχαῖς ἢ ἔχουσιν ἢ ὑποκρίνονται· ὕστερον δὲ πάντα τολμῶσιν ἀναιδῶς· πρώτῃ συντυχίᾳ τὸ βλέμμα ἔχουσι κάτω, λαλοῦσι πράως, καὶ δακρύουσι συμπαθῶς, σχηματίζονται σεμνῶς, καὶ στενάζουσι πικρὰ, ἐρωτῶσι περὶ ἁγνείας, καὶ ἀκούουσι σπουδαίως· δεύτερον εἶδες, καὶ μικρὸν ἀνένευσαν ἄνω· τρίτον, καὶ προσέχουσιν ἀναιδῶς, ἐμειδιάσας, κἀκεῖναι κεχυμένως ἐγέλασαν· κοσμοῦνται λοιπὸν, καὶ ἐνδείκνυνταί σοι σαφῶς, βλέμμα μορφοῦσιν εὐαγγελιζόμεναι τὸ πάθος, ὀφρῦς ἀνατείνουσι, καὶ περιστρέφουσι βλέφαρα, γυμνοῦσι τὸν τράχηλον, καὶ ὅλῳ τῷ σώματι θρύπτονται, λόγους λαλοῦσι μαλάσσοντας τὸ πάθος, καὶ φθέγμα ἐπιτηδεύουσι θέλγηστρον ἀκοῆς, ἕως ἂν διὰ πάντων πολιορκήσωσι τὴν ψυχήν. Ταῦτα γίνεταί σοι ἄγκιστρα δελεάζοντα εἰς θάνατον, καὶ θήρατρα πολύπλοκα ἕλκοντα εἰς ἀπώλειαν, μή σε πλανήσωσι λόγοις ἐπιεικῶς κεχρημέναι· ἐγκέκρυπται γὰρ αὐταῖς ἰὸς πονηρὸς θηρίων.

ΚΕΦΑΛ. Εʹ. Μᾶλλον προσέγγισον πυρὶ καιομένῳ, ἢ γυναικὶ νέᾳ, νέος ὢν καὶ

αὐτός· πυρὶ μὲν γὰρ προσελθὼν, καὶ ὀδυνηθεὶς, ταχέως ἀποπηδήσεις, γυναικείοις δὲ ῥήμασι χαυνωθεὶς, οὐκ εὐχερῶς ἀναχωρήσεις. Θάλλει βοτάνη ἑστῶσα παρ' ὕδατι, καὶ πάθος ἀκολασίας ἐν συντυχίᾳ γυναικῶν. Ὁ πληρῶν γαστέρα, καὶ ἐπαγγελλόμενος σωφρονεῖν, ὅμοιός ἐστι τῷ λέγοντι, χαλινοῦν πυρὸς ἐνέργειαν ἐν καλάμῃ. Ὃν τρόπον γὰρ πυρὸς ῥοπὴν ἐν καλάμῃ τρέχουσαν ἀδύνατον ἐπισχεῖν, οὕτως ὁρμὴν ἀκόλαστον φλεγομένην ἐν κόρῳ παῦσαι ἀδύνατον. Στύλος ἐπερείδεται βάσει, καὶ πορνείας πάθος ἐπαναπαύεται κόρῳ. Εἰς λιμένα ἐπείγεται χειμαζομένη ναῦς, καὶ ψυχὴ σώφρονος ἐπιζητεῖ ἐρημίαν· φεύγει ἡ μὲν κύματα θαλάσσης ἀπειλοῦντα κίνδυνον, ἡ δὲ μορφὰς γυναικῶν ὀδυνούσας ὄλεθρον. Μορφὴ κεκαλλωπισμένη κύματος χεῖρον βυθίζει· τοῦ μὲν γὰρ ἕστι καὶ διανήξασθαι, πόθῳ ζωῆς, μορφὴ δὲ γυναικὸς ἀπατήσασα, καταφρονεῖν πείθει καὶ αὐτῆς τῆς ζωῆς. Βάτος ἐρημικὴ διαφεύγει φλόγα πυρὸς ἀβλαβῶς, καὶ σώφρων κεχωρισμένος γυναικῶν οὐκ