1

 2

 3

 4

 5

 6

 7

4

Ἀκτήμων μοναχὸς, ἀθλητὴς ἀμεσολάβητος, καὶ δρομεὺς κοῦφος, ταχέως φθάνων ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως. Πολυκτήμων μοναχὸς χαίρει προσόδοις πολλαῖς, ὁ δὲ ἀκτήμων στεφάνοις κατορθωμάτων. Φιλάργυρος μοναχὸς ἐργάζεται σφοδρῶς, ὁ δὲ ἀκτήμων προσευχαῖς σχολάζει, καὶ ἀναγνώσμασι. Φιλάργυρος μοναχὸς πληροῖ ταμεῖα χρυσοῦ, ὁ δὲ ἀκτήμων θησαυρίζει ἐν οὐρανῷ. "6Ἐπικατάρατος ὁ ποιῶν εἴδωλον, καὶ τιθεὶς ἐν ἀποκρύφῳ,"6 ὡσαύτως καὶ ὁ ἔχων φιλαργυρίας πάθος· ὁ μὲν γὰρ προσκυνεῖ κίβδηλον ἀνωφελὲς, ὁ δὲ ἀγαλματοφορεῖ φαντασίαν πλούτου.

ΚΕΦΑΛ. Θʹ. Περὶ ὀργῆς. Ὀργὴ πάθος ἐστὶ μανιῶδες, καὶ τοὺς ἔχοντας γνῶσιν

ἐξίστησιν εὐχερῶς, θηριοῖ τὴν ψυχὴν, καὶ πᾶσαν συντυχίαν ἐκκλίνειν ποιεῖ. Ἄνεμος σφοδρὸς οὐ κινήσει πύργον, καὶ ψυχὴν ἀόργητον οὐ συναρπάζει θυμός. Ὕδωρ κινεῖται ὑπὸ βίας ἀνέμων, καὶ θυμώδης ταράσσεται ὑπὸ λογισμῶν ἀσυνέτων. Μοναχὸς ὀργίλος εἶδέ τινα, καὶ τοὺς ὀδόντας παρέθηξεν. Ὀμίχλης ἀνάδοσις παχύνει ἀέρα, καὶ θυμοῦ κίνησις διάνοιαν ὀργίλου. Ἐσκότισεν ἥλιον ὑποδραμὼν νέφος, καὶ νοῦν λογισμὸς μνησικακίας. Λέων ἐν ζωγρείῳ ὢν κινεῖ τοὺς στρόφιγγας συνεχῶς, καὶ θυμώδης ἐν κέλλῃ λογισμοὺς ὀργῆς. Τερπνὴ θεωρία, γαληνῶσα θάλασσα, ἀλλ' οὐκ ἔστι τερπνοτέρα εἰρηνικῆς καταστάσεως· γαληνώσῃ γὰρ θαλάσσῃ ἐγκολυμβῶσι δελφῖνες, εἰρηνικῇ δὲ καταστάσει ἐννήχεται νοήματα θεοπρεπῆ. Μακρόθυμος μοναχὸς, ἡσυχάζουσα πηγὴ, καὶ πᾶσι παρέχουσα προσηνὲς ποτὸν, διάνοια δὲ ὀργίλου διὰ παντὸς τετάρακται καὶ οὐκ ἐπιδώσει τῷ διψῶντι ὕδωρ, κἂν ἐπιδώσῃ, τεθολωμένον, καὶ ἄχρηστον, καὶ ὀφθαλμοὶ θυμώδους, τεταραγμένοι, καὶ ὕφαιμοι καὶ τῆς ταρασσομένης καρδίας ἄγγελοι. Πρόσωπον δὲ μακροθύμου ὀρθὰ κατεσταλμένον, καὶ ὀφθαλμοὶ προσηνεῖς κάτω βλέποντες.

ΚΕΦΑΛ. Ιʹ. Πραΰτης ἀνδρὸς μνημονεύεται παρὰ Θεῷ, καὶ ἀόργητος ψυχὴ ναὸς

γίνεται τοῦ ἁγίου Πνεύματος. 79.1156 Κλίνει κεφαλὴν Χριστὸς ἐν μακροθύμῳ πνεύματι, καὶ μονὴ γίνεται τῆς ἀγίας Τριάδος εἰρηνευομένη διάνοια. Ἀλώπεκες κατοικοῦσιν ἐν μνησικάκῳ ψυχῇ, καὶ θηρία ἐμφωλεύουσιν ἐν τεταραγμένῃ καρδίᾳ. Φεύγει ἀνὴρ σεμνὸς αἰσχρὸν καταγώγιον, καὶ Θεὸς μνησίκακον καρδίαν. Ὕδωρ ἐτάραξεν ἐμπεσὼν λίθος, καὶ καρδίαν ἀνδρὸς λόγος κακός. Ἀπόστησον λογισμοὺς ὀργῆς ἀπὸ σῆς ψυχῆς, καὶ θυμὸς μὴ αὐλιζέσθω ἐν σῇ καρδίᾳ, καὶ οὐ μὴ ταραχθῇς ἐν καιρῷ προσευχῆς· ὃν τρόπον γὰρ ἀχύρων καπνὸς ταράσσει ὀφθαλμοὺς, οὕτω μνησικακία νοῦν, ἐν καιρῷ προσευχῆς. Λογισμοὶ θυμώδους ἐχίδνης γεννήματα, καὶ κατεσθίουσι τὴν τεκοῦσαν καρδίαν. Θυμώδους προσευχὴ ἐβδελυγμένον θυμίαμα· καὶ ψαλμῳδία ὀργίλου ἦχος ἀηδής. ∆ῶρον μνησικάκου μυρμηκιῶσα θυσία, καὶ οὐ μὴ προσεγγίσῃ περιῤῥαντηρίους βωμούς. Ἐνύπνια τεταραγμένα ὁρᾷ θυμώδης, καὶ θηρίων ἐπιδρομὰς φαντάζεται ὀργίλος. Μακρόθυμος ἀνὴρ ὀπτασίας ὁρᾷ, συντυχίας ἁγίων ἀγγέλων, καὶ ἀμνησίκακος γυμνάζει λόγους πνευματικοὺς, καὶ ἐν νυκτὶ δέχεται μυστηρίων λύσεις.

ΚΕΦΑΛ. ΙΑʹ. Περὶ λύπης. Οὐκ οἶδε πνευματικὴν ἡδονὴν λυπούμενος μοναχός·

λύπη δέ ἐστι κατήφεια ψυχῆς, καὶ συνίσταται ἀπὸ λογισμῶν ὀργῆς. Ἀμύνης γὰρ ὄρεξίς ἐστιν ὁ θυμὸς, ἀποτυχία δὲ ἀμύνης ἐγέννησε λύπην· λύπη στόμα ἐστὶ λέοντος, καὶ τὸν λυπούμενον καταπίνει εὐχερῶς. Σκώληξ ἐστὶ καρδίας λύπη, καὶ κατεσθίει τὴν τεκοῦσαν μητέρα. Ὀδυνᾶται μήτηρ τίκτουσα παιδίον, ἐὰν τέκῃ, τῆς ὀδύνης ἀπήλλακται, λύπη δὲ γεννωμένη, πολὺν κινεῖ τὸν πόνον, καὶ μετὰ τὰς ὠδίνας παραμένουσα, οὐ μικρῶς ὀδυνᾶται. Οὐκ οἶδε χαρὰν πνευματικὴν λυπούμενος μοναχὸς, ὡς οὐδὲ μέλιτος γεῦσιν ὁ πυρέσσων σφοδρῶς. Λυπούμενος μοναχὸς οὐ