1

 2

2

ΚΕΦΑΛ. Γʹ. Φιλαργυρία εἰδώλων φειδωλεῖον, δήμου προφητεία, σφιγγίας ψῆφος, ἐναποθέτων λογιστεία, αἰχμαλωσίας πλοῦτος, ἀδικίας γένος, νοσημάτων πιότης, πολυετίας μάντις, φιλεργίας ἐπῳδὸς, ἀγρυπνίας σύμβουλος, γαστρὸς πενία, βρωμάτων εὐτέλεια, ἀκόρεστος μανία. πολυμέριμνος κακία. Ἀκτημοσύνη, φιλαργυρίας ἐκρίζωμα, ἀφιλαργυρίας δὲ ῥίζωμα, καρπὸς ἀγάπης, καὶ σταυρὸς ζωῆς, ἀνώδυνος βίος, ἀνεπίφθονος θησαυρὸς, ἀμέριμνος οὐρανὸς, ἀπερίσπαστος ἥλιος, ἀμέτρητος ὕλη, ἀκατάληπτος πλοῦτος, μερίμνης δρέπανον, Εὐαγγελίων πρᾶξις, ἄλυτος κόσμος. ὀξύδρομος ἀγωνιστής. Λύπη, ζημίας ἔνοικος, ἀποτυχίας συνόμιλος, ξενιτείας πρόδρομος, συγγενείας μνήμη, στενώσεως πάρεδρος, ἀκηδίας σύμφοιτος, παροξυσμοῦ ἔγκλημα, ὕβρεως ὑπόμνημα, καὶ ψυχῆς σκότισμα, ἠθῶν κατήφεια, φρονήσεως μέθη, ὑπνω 79.1144 τικὸν ἀντίδοτον, μορφῆς νέφος, σαρκὸς σκώληξ, λογισμῶν λύπη, αἰχμαλωσίας δῆμος. Χαρὰ, λύπης ὄλεθρος, καὶ συμφορῶν εὐχαριστία, εὐχῶν ὀπτασία. καὶ πόνων εὐφρασία, εὐποιΐας ἱλαρότης, ἀποταγῆς ἔνθεμα, φιλοξενίας δοχεῖον, ἐλπίδων καταφυγὴ, ἀσκούντων τροφὴ, πενθούντων παραίνεσις, δακρύων παρηγορία, θλίψεως ἀντίληψις, ἀγάπης ἔμψηφος, καὶ μακροθυμίας σύμψηφος. Ὀργὴ, φρονήσεως διαρπαγὴ, καταστάσεως ἀνασκευὴ, φύσεως σύγχυσις, ἠγριωμένη μορφὴ, κάμινος καρδίας, ἐρευγομένη φλὸξ, θυμοῦ νόμος, ὕβρεων μῆνις, μήτηρ θηρίων, σιωπῶσα μάχη, εὐχῆς σκῶλον. Μακροθυμία, φρονήσεως ὅπλον, ὀργῆς δικαστήριον καρδίας, ἰατρεῖον, θρασυνομένων νουθεσία, ταρασσομένων γαλήνη, ἀχείμαστος λιμὴν, λυποῦσιν εὐποιΐα, πρὸς πάντας ἠπιότης, βλασφημουμένη εὐλογεῖ, ὑβριζομένη ἀγάλλεται, στενουμένων παραμύθιον, ἐλπιζομένων ἔσοπτρον, κακουχουμένων βραβεῖον.

ΚΕΦΑΛ. ∆ʹ. Ἀκηδία, φιλία ἀερικὴ, βημάτων περιαγωγὸς, φιλεργίας μῖσος,

ἡσυχίας μάχη, ψαλμῳδίας ζάλη, εὐχῆς ὄκνος, ἀσκήσεως χαύνωσις, ἄωρος νυσταγμὸς, περιστρεφόμενος ὕπνος, μανίας βάρος, κέλλης μῖσος, πόνων ἀντίπαλος, καρτερίας ἀντίζυγος, μελέτης κήμωτρον, Γραφῶν ἀμαθία, λύπης μέτοχος, ὁρωλόγιον πείνης. Ὑπομονὴ, ἀκηδίας διακοπὴ, λογισμῶν κατακοπὴ, θανάτου μέριμνα, σταυροῦ μελέτη, καθηλωμένος φόβος, τυπτόμενος χρυσὸς, θλίψεων νομοθήκη, βίβλος εὐχαριστίας, θώραξ ἡσυχίας, πόνων ὅπλον, ἀναζέουσα καλλιπονία, ἀρετῶν ὑπογραφή. Κενοδοξία, συντυχίας φαντασία, σχημάτισμα φιλοπονίας, ἀληθείας ἐναντία, αἱρέσεων ἀρχηγέτις, ὄρεξις προεδρίας, ἐσχάτη προσηγορίας, ἐπαίνων δουλεία, πολυσχημάτιστον πνεῦμα, μυριόδοντον θηρίον, κενοδοξίας μέση ὑπερηφανίᾳ πέπλεκται καὶ φθόνῳ, ἐν ἀλλήλοις ὄντα, καὶ δι' ἀλλήλων πολεμοῦντα, ἡ τρίσυρος ἅλυσις τῶν κακῶν, τὸ τριφάρμακον κέρασμα τῶν παθῶν, ἡ τριττὴ γλῶττα τῶν αἱρετικῶν. Ἀκενοδοξία, ταπεινοφροσύνης ἐργασία, ἀρεσκείας ἀποστασία, ἐπαίνων ἀβλεψία, γνώσεως θεωρία, κόσμου ἐναντία, ψυχῆς εὐαισθησία, εὐτελείας δόγμα, πόνων κρυπτηρία, εὐφημίας πολεμία, ἐν φθαρτῷ σώματι ἀπόκρυφος θησαυρός. Φθόνος, ὑπερηφανίας ἔνδυμα, ταπεινοφροσύνης ἀπόδυμα, καταλαλιᾶς ῥίζα, εὐθυμίας ὀφθαλμία, φιλίας ὑπόκρισις, παῤῥησίας δόλος, ἀγάπης ἔχθρα, εὐδοκιμούντων ζῆλος, εὐσταθούντων τύρβη, εὐφημουμένων σκῶμμα, ὀφθαλμῶν ἀλλοίωμα. Τίς ἐστιν ὁ καθαρὸς τῇ καρδίᾳ, ὁ μὴ λαμβανόμενος ἑαυτοῦ ἐπὶ ἐντολῆς Θεοῦ ἀθετήσει, ἢ ἐλλείψει, ἢ ἐν ἀμελείᾳ; Χριστὸς δὲ ἡμῶν ἔστω παντὶ ἔργῳ θελήματος αὐτοῦ εὔοδος. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.