Heracliadis iii acroaseos fragmenta

 38 καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ὑπεξανῆπτον 39 ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ᾀ

38 καὶ τὰς ἀθέσμους ἡδονὰς τοῦ βαρβάρου ἐνθουσιώσας τῇ πυρώσει τῆς μέθης ὑπεξανῆπτον 39 ταύτην ἀφέντες τὴν ἀπόσπονδον μέθην καὶ πᾶσαν ἰλὺν ἀλλοφύλων ᾀσμάτων 40 πολλοὺς δὲ βάκχους ἦν ὁρᾶν ἀκουσίως τὴν ἐσχάτην ὄρχησιν ἐξορχουμένους 41 καὶ πάντες ὥσπερ ἐν κακῶν πανηγύρει ἄλλος κατ' ἄλλην συμφορὰν ἐδυστύχει 42 κρατῶν † ἐνὶ μάχαις † καὶ κατηχῶν ἐν μάχαις 43 πάντας δ' ἐφέλκων οἷα μαγνῆτις λίθος ἢ μᾶλλον εἰπεῖν Ἡρακλείαν τὴν λίθον· φύσιν γὰρ αὐτὸς ἑλκτικωτέραν ἔχει<ς> 44 εἷλκες γὰρ αὐτοὺς ὥσπερ ἡλίου τόνος σύρει πρὸς αὑτὸν ἑλκτικῶς τὰς ἰκμάδας 45 πρὸς τὰς ἐπιδόσεις τῶν ξίφων καὶ τῶν λίθων 46 <ἐν μ>έσω τῶν ἀσπίδων ἦλθες ἐμβριθεῖ τάχει 47 ἐπέσχεν ὑμῶν τὴν βολὴν ἠπειγμένην ἡ τοῦ χιτῶνος ἐμπεσοῦσα διπλόη 48 τίς γὰρ ἤλπιζε τὸν <δράκοντα> Χοσρόην φυγεῖν; 49 πρὸς τοὺς ἀγωγοὺς ἐτράπη τοῦ Τίγριδος 50 {2α}2 ἐγὼ διώκω καὶ πρὸς εἰρήνην τρέχω {2β}2 πλὴν οὐχ ἑκὼν γὰρ πυρπολῶ τὴν Περσίδα ἀλλ' ἐκβιασθεὶς {2γ}2 ῥίψωμεν ὅπλα {2δ}2 τὸ πῦρ σβέσωμεν, πρὶν τὸ πᾶν καταφλέγῃ 51 ἐπεὶ δὲ λοιπὸν ἐντὸς ἦν τῶν ἁμμάτων δεσμοῦσιν αὐτὸν ἀσφαλεστέρᾳ δέσει 52 {2α}2 ἄγουσιν αὐτὸν εἰς τὸν οἶκον τοῦ σκότους ὃν αὐτὸς ὠχύρωσεν ἐκ νέας κτίσας {2β}2 ἄρτον πενιχρὸν {2γ}2 ὃν συνήγαγε<ν> μάτην {2δ}2 τὸν κόσμον ἠρήμωσεν 53 ἐμπόνους δ' ὁ Χοσρόης ἐπεξελεύσεις ποικίλας ὑφίστατο 54 {2α}2 μυστικὴν θεωρίαν {2β}2 <ὁ> δημιουργήσας ! ! ! τὴν κτίσιν {2γ}2 ἐξῆλθον εἰς συνάντησιν αὐτοῦ {2δ}2 κλάδους καὶ λαμπάδας <λαβόντες> {2ε}2 τὴν γῆν ἔβρεξαν 55 μαιεύεται δὲ πᾶν τὸ τῆς Ῥώμης γένος τοὺς σοὺς ἐπαίνους ἐκπιέζον ὡς γάλα 56 κἀγὼ γὰρ εἷς ἦν τῶν βοᾶν ἠπειγμένων 57 καὶ πάντας ἡμᾶς οὐσιῶσαί σοι θέλεις καὶ τεκνοποιεῖν τῷ Θεῷ καθ' ἡμέραν