In restitutionem sanctae crucis

 νίκης κράτος συναντινεύει, καὶ τὸ νεῦμά σου βλέπων [...] τέρπῃ τε παίζων εἰς ἀκίνδυνα ξίφη καὶ τῷ θεάτρῳ προσγελᾷς τῶν βαρβάρων τοὺς πρὶν διώκτας εἰσο

νίκης κράτος συναντινεύει, καὶ τὸ νεῦμά σου βλέπων [...] τέρπῃ τε παίζων εἰς ἀκίνδυνα ξίφη καὶ τῷ θεάτρῳ προσγελᾷς τῶν βαρβάρων τοὺς πρὶν διώκτας εἰσορῶν ὑπηκόους. τούτων παρ' ἡμῖν τῶν ἀγαθῶν ἠγγελμένων εἰς καιρὸν εὐπρόσδεκτον, εἰς νικηφόρον, ὅτε προσελθὼν τοῖς τυράννοις τῶν τάφων ὁ τὴν καθ' ἡμᾶς οὐσίαν ἀναπλάσας ζωὴν ἐφῆκε τῷ νεκρῷ τοῦ Λαζάρου ἔδει γάρ, οἶμαι, τῇ νεκρῶν ἀναστάσει σταυροῦ γενέσθαι καὶ πάλιν μηνύματα, ὅλη συνῆλθεν εἰς ἑαυτὴν ἡ Πόλις ὡς ψάμμος, ὡς ῥοῦς, ὡς ἄμετρα κύματα ποιοῦντα πολλὰς σωματώδεις ἐκχύσεις· σπουδὴν γὰρ εἶχον, οἷα δορκὰς ἐν θέρει διψῶσα καὶ σφύζουσα, συντόμως φθάσαι τῶν σῶν, κράτιστε, συλλαβῶν τὰς ἰκμάδας.