Fragmenta in Jeremiam

 μετ' ὀλίγα. Καὶ κατῳκίσθη, φησὶν, ὁ Ἰσμαὴλ ἐν τῇ ἐρήμῳ, καὶ ἐγένετο τοξότης, 594 καὶ ᾤκησε τὴν ἔρημον. Ἠγάγετο δὲ αὐτῷ ἡ μήτηρ αὐτοῦ τὴν αἰγυπτίαν γυν

μετ' ὀλίγα. Καὶ κατῳκίσθη, φησὶν, ὁ Ἰσμαὴλ ἐν τῇ ἐρήμῳ, καὶ ἐγένετο τοξότης, 594 καὶ ᾤκησε τὴν ἔρημον. Ἠγάγετο δὲ αὐτῷ ἡ μήτηρ αὐτοῦ τὴν αἰγυπτίαν γυναῖκα. Τίνος ἕνεκέν μοι ταῦτα πάντα μεμυθολογεῖσ-θαι; ζητῶ τοὺς περιτετμημένους κατὰ Αἴ-γυπτον, καὶ ζητῶ τοὺς περιτετμημένους τοὺς ἐν τῇ ἐρήμῳ, πάντας οὓς ἀναγράφει ὁ λόγος. Ἐοίκασιν οὖν ἐκ τοῦ γένους εἶναι τοῦ Ἰσμαὴλ, ὃς ᾤκησε μὲν τὴν ἔρημον, ἠ- γάγετο δὲ τὴν αἰγυπτίαν γυναῖκα· καὶ οὐ-κέτι ἀμφιβάλλω τούτους που εἶναι, ἢ τοὺς ἐν Αἰγύπτῳ περιτετμημένους, καὶ τοὺς πε-ρικειρομένους κατὰ πρόσωπον, καὶ κατοι- κοῦντας ἐν τῇ ἐρήμῳ. Εἶκος γὰρ τὸν Ἰσμαὴλ παραλαβόντα τὸν νόμον τὸν πατρῷον τοῦ Ἁβραὰμ, ὡς θεοφιλοῦς πατρὸς ὄντα, καὶ ἀναχωρήσαντα τῆς οἰκείας, ἅπερ ἐνόμι- ζεν αὐτῷ εἶναι ἀσφαλέστατα, πατροπαρά-δοτα ὄντα, ταῦτα ποιεῖν καὶ ἐπὶ τοῖς ἐγγό- νοις τοῖς ἑαυτοῦ. Οὕτως δὲ μέντοι περιτετμημένους ἔστιν εὑρεῖν Αἰγυπτίους ἢ τοὺς τὴν ἔρημον οἰκοῦντας. Πῶς δὲ καὶ τὸν Ἐδώμ; ὁ Ἐδὼμ οὖτος κα-ταβαίνει καὶ αὐτὸς ἐκ τοῦ σπέρματος τοῦ Ἁβραάμ· τῷ γὰρ Ἁβραὰμ ἐγένετο μὲν παῖς Ἰσμαὴλ ἐκ τῆς Ἄγαρ, ἐγένετο δὲ καὶ ὁ Ἰσαὰκ ἐκ τῆς Σάῤῥας· τῷ δὲ Ἰσαὰκ πάλιν παῖδες δύο, ὅ τε Ἡσαῦ καὶ ὁ Ἰακώβ.

Καὶ ὁ μὲν Ἰακὼβ οὐκ ἠγάγετο γυναῖκαν αἵμα-τος ξένου, οὐδὲ τῶν Χαναναίων, ταῦτα ἐπι-σκέψαντος τοῦ πατρός. Ὁ μέντοι Ἡσαῦ ἠ-γάγετο γυναῖκα τὴν θυγατέρα Ἰσμαὴλ, ἀ-δελφὴν τοῦ Νεβεώθ, ἀνεψιὰν δήπουθεν ἀγόμενος ἑαυτοῦ γυναίκα πρὸς πατρὸς, ξέ-νην δὲ πρὸς μητρὸς, καὶ γίνεται παίδων πολλῶν πατήρ. Πρωτότοκος δὲ αὐτοῦ ὁ Ἐ-δὼμ, καὶ μαρτυρήσει μοι τὸ ἱερὸν λόγιον λέ-γον· Αὖται δὲ αἱ γενέσεις Ἡσαῦ πατρὸς Ἐδώμ. Οὐκοῦν ἄπερ ἐλέγετο μικροῦ πρόσ-θεν περὶ τοῦ Ἰσμαὴλ, ὅτι δὴ παραλαβὼν νόμον πατρόθεν, τὸν τῆς περιτομῆς, παρεδί-δου ἐγγόνοις τοῖς ἑαυτοῦ, ταῦτα λέγειν ἡμῖν 595 ἔξεστι περὶ τοῦ Ἡσαῦ, ὅτι ὢν παῖς Ἰσαὰκ τοῦ υἱοῦ Ἁβραὰμ, ὃν παρέλαβε νόμον παρά τε τοῦ πάππου, παρά τε τοῦ πατρὸς ἥκον-τα εἰς αὐτὸν, παρεδίδου καὶ τοῖς παισὶ, καὶ περιέτεμέν που καὶ αὐτὸς τὸν Ἐδώμ· οὐκέτι οὖν ἀσαφές; Πῶς δὲ καὶ υἱοὶ Ἀμμὼν καὶ υἱοὶ Μωάβ; τούτους γινώσκουσί που οἱ φιλοπονώτεροι εἶναι τοὺς υἱοὺς Λὼτ, τοῦ ἀδελφιδοῦ Ἁ-βραάμ. Καὶ μετ' ὀλίγα. Ἐτέχθῃ οὖν ἐκ τοῦ Λὼτ, ὅ τε Ἀμμὼν καὶ ὁ Μωὰβ, ἐκάτερος ἐκ τῶν θυγατέρων αὐτοῦ, ὁπηνίκα ὑπονοήσασαι ἔ-ρημον εἶναι τὴν γῆν, οὕτω διασώσασθαι τὸ γένος τῶν ἀνθρώπων ἐβουλήθησαν αἱ θυγα-τέρες Λώτ· ἐτέχθη γὰρ τῇ μὲν πρεσβυτέρᾳ ὁ Μωὰβ, ἑρμηνευόμενος ἐκ πατρὸς, καὶ τῇ δευτέρᾳ Ἀμμὼν, ἑρμηνευόμενος ὁ υἱὸς τοῦ γένους. Ταῦτα πάντα εἰρημένα οὐκέτι δυσ-κόλως ἡμᾶς συγκατατίθεσθαι παραπείθει, πάντας τοὺς περιτετμημένους οὕτω καλεῖσ-θαι ὑπὸ τοῦ ἱεροῦ λόγου, μαρτυροῦντος αὐτοῦ Ἱερεμίου καὶ περὶ υἱῶν Μωάβ, καὶ περὶ τῶν υἱῶν Ἀμμὼν, ὅτι ἐν τοῖς περιτετμημέ- νοις κατέλεξε καὶ τούτους. Καὶ μετ' ὀλίγα. Εἰ δὲ καὶ ὠφελείας τινος ἡμῖν προσγίνεσθαι δεῖ ἐκ τῶν εἰρημένων τούτων, οὕτως ἄν τις ὀρθῶς εἴποι, ὡς τὰ πολλὰ γένη τῶν ἀνθρώπων προσποίησιν μὲν ἔχει δικαιοσύνης, καί τινα μὲν ἴχνη φέρειν νόμου Θεοῦ, καὶ σχηματίζεσθαι πως, καὶ ἐπιπλάστως ἐπιμελεῖσθαι ἀρετῆς, μέχρι μέντοι σχήματος αὐτοῖς ἵσταται τὰ τῆς προαιρέσεως, μέχρι προσποιήσεως καὶ τοῦ καθυποκρίνεσθαι, οὐ μέντοι καὶ τέλεον ἐσ-πουδάσαμεν τὴν κακίαν ἐκκόπτειν ἐξ ἡμῶν καὶ τὰ ὀνείδη ἐπ' Αἴγυπτον καὶ ἐπὶ τὴν Ἰ-δουμαίαν.

Cap. x, 2. Κατὰ τὰς ὁδοὺς τῶν ἐθνῶν, μὴ μανθάνετε. Τί δὲ μανθάνετε; Νόμον μανθάνετε Θεοῦ, τὸν λέγοντα· Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, θεοὶ, οἱ οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ προσώπου τῆς γῆς καὶ ὑποκάτω τοῦ οὐρανοῦ.