1

 2

2

ὑποθέσεως, καὶ τοῦ φίλτρου τὴν γλῶσσαν θήγοντος, ὃ δὴ θερμότατον εἰς κατηγορίαν καὶ εὐπορώτατον, ὅταν γένηται ζῆλος, λύπην ἐκ τῆς ὑπεροψίας προσλαβὼν ἀπροσδόκητον. Εἴ τις ὑμῶν οἴστρῳ πληγεὶς ὑπερώφθη, γνωρίζει τὸ πάθος, καὶ συγγνώσεται τοῦτο παθοῦσι, καὶ ταύτης ἐγγὺς γενο μένοις τῆς ἀπονοίας. ʹ. Ἀλλ' ἐμοὶ μὲν οὔτε νῦν θεμιτόν ἐστιν ὑμῶν τι καθάψασθαι, μήτ' ἄλλοτε γένοιτο. Καὶ ταῦτα ἴσως ὑπὲρ τὸ μέτριον καθηψάμην, τῆς ἱερᾶς ποί μνης, τῶν ἐπαινετῶν Χριστοῦ θρεμμάτων, τῆς θείας κληρονομίας, δι' ἣν πλούσιος σὺ, κἂν ᾖς πένης. Κἀκεῖνά σοι πρέπειν ἡγοῦμαι τὰ ῥήματα· Σχοινία ἐπέπεσέ σοι ἐν τοῖς κρατίστοις· καὶ γὰρ ἡ κληρονομία σου κρατίστη σοί ἐστι· καὶ οὐ παρήσω ταῖς ἀριθμουμέναις τῶν πόλεων, οὐδὲ τῶν ποιμνίων τοῖς πλατυτάτοις ἔχειν τι πλέον ἡμῶν τῶν ὀλίγων τῆς ἐλαχίστης φυλῆς ἐν υἱοῖς Ἰσραὴλ, τῶν ὀλιγοστῶν ἐν χιλιάσιν Ἰούδα, τῆς μικρᾶς Βηθλεὲμ ἐν πόλεσιν, ἐν ᾗ Χριστὸς γεννᾶται, νῦν τε καὶ ἀπ' ἀρχῆς καλῶς καὶ γινωσκόμενος καὶ σεβόμενος· παρ' οἷς Πατὴρ ὑψοῦται, καὶ Υἱὸς ἰσάζεται, καὶ Πνεῦμα ἅγιον συνδοξάζεται· συμψύχοις, τὸ ἓν φρονοῦσι, μη δὲν τῆς Τριάδος ζημιουμένοις, ἢ ὑπερτιθεῖσιν, ἣ ἀποτέμνουσιν· ὡς οἱ κακοὶ διαιτηταὶ καὶ μετρηταὶ τῆς θεότητος, δι' ὧν ἕν τι πλέον, ἢ καλῶς ἔχει, σεμνύνουσι, τὸ πᾶν ἐλαττοῦντες καὶ καθυβρίζον τες. 35.524

Ζʹ. Ὑμεῖς δὲ, εἴ τι χαρίζεσθέ μοι, τὸ ἐμὸν γεώργιον, ἢ ἄμπελος ἡ ἐμὴ, τὰ ἐμὰ σπλάγχνα, μᾶλλον δὲ τοῦ κοινοῦ Πατρὸς ἡμῶν, οὓς οὗτος ἐν Χριστῷ διὰ τοῦ Εὐαγγελίου ἐγέννησεν, αἰδεῖσθε μὲν καὶ ἡμᾶς· δίκαιον γὰρ, οἳ πάντων ὑμᾶς προετιμήσαμεν· ὑμεῖς μάρτυρες, καὶ οἳ ταύτην ἡμῖν ἐγχειρίσαντες τὴν εἴτε ἡγεμονίαν, εἴτε διακονίαν· καὶ εἰ τῷ πλεῖον ἀγαπή σαντι πλέον ὀφείλεται, πῶς μετρήσω τὴν ἀγάπην, ἧς ὑποχρέους ὑμᾶς διὰ τῆς ἐμῆς ἔλαβον; αἰδεῖσθε δὲ πλέον ὑμᾶς αὐτοὺς, καὶ τὴν πιστευθεῖσαν εἰκόνα, καὶ τὸν πιστεύσαντα, καὶ τὰ Χριστοῦ πάθη, καὶ τὰς ἐκεῖθεν ἐλπίδας, πίστιν μὲν ἔχοντες ἣν παρειλήφα τε, καὶ ᾗ συνετράφητε, μεθ' ἧς καὶ σώζεσθε, καὶ σώζειν ἄλλους πιστεύεσθε· οὐ γὰρ πολλῶν, εὖ ἴστε, τὸ ὑμέ τερον καύχημα. Τὸ δὲ εὐσεβὲς μὴ ἐν τῷ πολλάκις περὶ Θεοῦ λαλεῖν, ἀλλ' ἐν τῷ τὰ πλείω σιγᾷν εἶναι τιθέμενοι· γλῶσσα γὰρ ὄλισθος ἀνθρώποις μὴ λόγῳ κυβερνωμένη· καὶ ἀκινδυνοτέραν ἀκοὴν ἀεὶ λόγου νομίζοντες, ὥστε τι μανθάνειν ἥδιον, ἢ διδάσκειν περὶ Θεοῦ· τὴν μὲν ἀκριβεστέραν τούτων ἐξέτασιν τοῖς οἰκονόμοις τοῦ λόγου παραχωροῦντες· αὐτοὶ δὲ λόγῳ μὲν εὐσεβοῦντες ὀλίγα, ἔργῳ δὲ πλείονα, καὶ τῇ τηρήσει τῶν νόμων μᾶλλον ἢ τῷ θαυμάζειν τὸν νομοθέτην τὸ περὶ αὐτὸν φίλτρον ἐπιδεικνύ μενοι, φεύγοντες κακίαν, διώκοντες ἀρετὴν, πνεύ ματι ζῶντες, πνεύματι στοιχοῦντες, τούτῳ τὴν γνῶσιν ἕλκοντες, ἐποικοδομοῦντες τῷ θε μελίῳ τῆς πίστεως, μὴ ξύλον, μηδὲ χόρτον, μηδὲ καλάμην, ὕλην ἀσθενῆ καὶ ῥᾳδίως δαπανωμέ νην, ἡνίκα ἂν πυρὶ κρίνηται τὰ ἡμέτερα, ἢ καθαί ρηται· ἀλλὰ χρυσὸν, ἄργυρον, λίθους τιμίους, τὰ μένοντα καὶ ἱστάμενα.

Ηʹ. Ταῦτα πράσσοιτε, καὶ τούτοις ἡμᾶς δοξά ζοιτε εἴτε παρόντες εἴτε ἀπόντες, εἴτε μεταποιούμε νοι τῶν ἡμετέρων λόγων, εἴτε ἄλλο τι προτιμό τερον ἄγοντες· καὶ γίνοισθε τέκνα Θεοῦ καθαρὰ καὶ ἀμώμητα, ἐν μέσῳ γενεᾶς σκολιᾶς καὶ διεστραμμένης· καὶ μὴ περιπλέκοιτο ὑμῖν τὰ τῶν κύκλῳ πε 35.525 ριπατούντων ἀσεβῶν σχοινία, μηδὲ σειραῖς τῶν οἰκείων ἁμαρτιῶν περισφίγγοισθε, μηδὲ ταῖς βιωτικαῖς μερίμναις συμπνίγοιτο ὑμῖν ὁ λόγος, καὶ ἄκαρποι γίνοισθε· ἀλλ' ὁδῷ πορεύοισθε βασιλικῇ, μὴ ἐκκλίνοντες εἰς δεξιὰ, μηδὲ εἰς ἀριστερὰ, καὶ διὰ τῆς στενῆς ὡς πλατείας ὑπὸ τοῦ Πνεύματος ὁδηγούμενοι· καὶ τὸ ἡμέτερον εὖ ἕξει νῦν τε καὶ εἰς τὴν ἐκεῖθεν ἐξέτασιν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.