1

 2

 3

2

πονηρὸς τῶν δαιμόνων ἐριννύων στρατὸς κατὰ τῆς Ἐκκλησίας ἐκώμασεν. Οὕτω γὰρ ὀνομάζειν τὰς γυναῖκας προάγομαι, αἳ ὑπὲρ τὴν φύσιν εἰς τὸ κακὸν ἠνδρίζοντο. Μία ἦν ἐν ταῖς ἡμέραις Ἠλιοῦ ἡ Ἰεζάβελ, κατὰ τῶν προφητῶν τοῦ Κυρίου φονῶσα, καὶ στηλιτεύει αὐτὴν ἡ θεόπνευστος ἱστορία, ὡς ἂν οἶμαι, τῇ μνήμῃ τοῦ ἀκολάστου γυναίου, πᾶς ὁ μετὰ ταῦτα βίος παιδεύοιτο. Τοσαῦται τοίνυν κατὰ τὴν Ἰεζάβελ ἐκείνην, ὥσπερ τι κώνειον, ἐκ τῆς χώρας ἀθρόως ἐβλάστησαν, νικῶ σαι τὴν μνημονευθεῖσαν τῇ τῆς πικρίας ὑπερβολῇ. Εἰ δὲ ἀπιστεῖς τῷ λόγῳ, τὴν ἱστορίαν ἐπίσκεψαι. Ἐκείνη τὴν ἄμπελον του Ναβουθαὶ τῷ ἐκλύτῳ Ἀχαὰβ ἐχαρίζε το, ἵνα ποιήσῃ κῆπον τὴν ἄμπελον, τρυφῆς ἐγκαλ λώπισμα, γυναικείαν χλιδήν· αὗται τὴν ζῶσαν τοῦ Θεοῦ ἄμπελον, τὴν Ἐκκλησίαν λέγω, εἰς παντελῆ ἀφανισμὸν μετενεγκεῖν ἐβιάσαντο, αὗται δι' ἑαυτῶν τὸ κακὸν ἐνεργοῦσαι. Ποῖον εὕρω τοῦ λόγου παράδειγμα; τίνα τῆς κακίας ταύτης ἐπινοήσω εἰ κόνα; Εἶδον ἐπὶ κονιάματος τοίχου τοιαύτην γραφήν· καί μου βαστάσατε τὴν καρδίαν τῇ τῶν κακῶν μνήμῃ περιοιδαίνουσαν· μᾶλλον δὲ, τῷ πόνῳ καὶ ὑμεῖς συναλγήσατε· ἡμέτερα γὰρ, καὶ οὐκ ἀλλότρια διηγούμεθα πάθη· τίς τοίνυν ἡ γραφὴ, ἣν προσεικάζω τοῖς πράγμασι; χορεία τις ἦν γυναικῶν ἀσχημονοῦσα, ἄλλης κατ' ἄλλο τι σχῆμα ὀρχηστικὸν ἑαυτὴν διαστρεβλούσης. Μαινάδας οἱ μῦθοι τὰς τοιαύτας γυναῖκας καλοῦσιν. Κόμαι ταῖς αὔραις ἀνασοβούμεναι, βλέμμα μανίας πάροδον, πυρσοὶ διὰ χειρῶν φερόμενοι, καὶ φλόγες ἐκ τούτων τῇ περι στροφῇ τῶν σωμάτων ἐνειλισσόμεναι· αὖρα ἐν κόλποις τὴν εὐσχημοσύνην τῶν πέπλων λυμαινομένη· 36.261 πόδες ἀκροβατοῦντες καὶ ὑφαλλόμενοι· αἰδὼς εὐσχήμων οὐδενὸς τῶν γινομένων ἐφαπτομένη.

∆ʹ. ∆ιὰ μέσου δὲ τῆς τοιαύτης χορείας, ἀνδρὸς εἴδωλον τοιοῦτον· μιξόθηλύ τις, καὶ τὴν φύσιν ἀμφίβολος, καὶ θηλυδρίας τὸ εἶδος, ἐν μεθορίῳ τῆς φύσεως κείμενος, λελυμένος τῷ σχήματι, οἷόν τινι κώματι καὶ μέθῃ παράφορος. Οὗτος ἐπί τινος ἀπήνης ἐξυπτιάζων, διὰ τοῦ χοροῦ τῶν Μαινάδων ὑπὸ θηρῶν ἐκομίζετο. Πολὺς δὲ περὶ αὐτὸν ἐκ κρατῆρος ὁ ἄκρατος, καί τινες λάλοι, τὴν φύσιν ἀλλόκοτοι, περὶ τὸ εἴδωλον ἦσαν, τὰ πρόσωπα λάσιοι, ἐπὶ σκελῶν τραγείων περισκιρτῶντες τὸ εἴδωλον. Τοιαῦτα τῆς νυκτὸς ἐκείνης τὰ διηγήματα. Γυναῖκες ἐπ' ἀτιμίᾳ γνωρισθεῖσαι τοῦ γένους, κοινῇ κατηγορίᾳ τῆς φύσεως τὴν νενομισμένην ἐν γυναιξὶν εὐκοσμίαν ἐξορχησάμεναι, πομπὴν ἦγον διὰ μέσης τῆς πόλεως, θεατρίζουσαι δι' ἐαυτῶν ἀσχημονοῦσαν τὴν φύσιν, λίθοις τὰς χεῖρας ἀντὶ θυρεῶν ὁπλίσασαι, φόνιον βλέπουσαι, ἀναιδεῖ τῇ τῶν ὀμμάτων βολῇ, ἐντὸς τῶν θείων περιβόλων γενόμεναι, ἐπὶ τῆς ἱερᾶς καθέδρας ἀνέθηκαν ἑαυτῶν τὸν Κορύβαντα. Εἶτα μέθη, καὶ ἄκρατος, καὶ οἱ ἐκ τῶν ἀσκητηρίων Πᾶνες, καὶ νὺξ, καὶ διαγωγὴ συμμιγὴς, καὶ πάντα ὅσα κωλύει ὁ Ἀπόστολος λέγειν, εἰπὼν, ὅτι Τὰ κρυφῇ ὑπ' αὐτῶν γενόμενα, αἰσχρόν ἐστι καὶ λέγειν. Τίς γὰρ ἂν μετὰ ἀκριβείας διεξέλθοι τῷ λόγῳ τὸ πῦρ, τοὺς λίθους, τὰς σφαγὰς, τὰ τραύματα; Ὅπως ἐκ βάθρων ἀνατρέψαι τοὺς τῶν ἱερῶν οἴκων θεραπευτὰς ἐφιλονείκησαν; Ὡς διὰ μέσης τῆς πόλεως ζηλωτήν τινα τῆς ἀληθείας ῥοπάλοις διεχειρίσαντο, καὶ τὸν ἀληθῆ φόνον ὁ ὑπονοηθεὶς φόνος ἐκώλυσεν; Ἀλλὰ γὰρ οὐκ οἶδα, πῶς τῆς πρεπούσης ἡδονῆς ἀπεῤῥύη ὁ λόγος, ἐμφιλοχωρήσας τοῖς γηΐνοις διηγήμασιν. Οὐκοῦν ἐπανιτέον ὅθεν ἐξέβημεν, ὥστε γλυκεῖ καὶ ποτίμῳ τῷ λόγῳ τὴν ἁλμυρὰν ἐκείνην ἀκοὴν ἀποκλύσασθαι. Ἐν γὰρ ἡμέρᾳ, φησὶν, εὐφροσύνης ἀμνηστία κακῶν· πάλιν τοίνυν ἐπὶ τὸν αὐτὸν ἐπανέρχομαι λόγον, ὅτι ἡ νὺξ ἐκείνη καὶ ὁ γνόφος ἠφάνισται, αἱ δὲ τῆς εἰρήνης ἀκτῖνες διὰ καθαρᾶς τῆς αἰθρίας τῷ τῆς ἀληθείας φωτὶ περιλάμπουσιν. ∆ιὰ τοῦτο ἐκβέβληται μὲν τῶν θείων περιβόλων πᾶν ὅ τι δυσῶδες καὶ βέβηλον· ἀντεισῆκται δὲ πάσης εὐφροσύνης τῶν εὐσεβούντων οἱ οἶκοι, καὶ λείπει πρὸς