1

 2

2

συνηγορία; καὶ εἴ τι ἁμαρτάνω, αὐτὸς ἐπανόρ θου, ὥσπερ καὶ τἄλλα εἴωθας. Οὐκ ἤνεγκας τὸ πνεῦ μα τῆς φιλίας ποιῆσαι δεύτερον· ἐπεὶ τῶν μὲν ἄλλων ἴσως ἡμεῖς, ἡμῶν δὲ τὸ Πνεῦμά σοι πολλῷ τι μιώτερον. Οὐκ ἤνεγκας ἐν τῇ γῇ κατακεκρύφθαι καὶ κατωρύχθαι τὸ τάλαντον· οὐκ ἤνεγκας ἐπὶ πολὺ τὸν λύχνον τῷ μοδίῳ περικαλύπτεσθαι, ὅτι δὴ τοῦτο τὸ ἐμὸν φῶς, καὶ τὴν ἐμὴν ἐργασίαν ὑπολαμβάνεις. Ἐζήτησας τῷ Παύλῳ σοι προστεθῆναι καὶ τὸν Βαρνάβαν· ἐζήτησας Σιλουανῷ καὶ Τιμοθέῳ προσ γενέσθαι καὶ Τίτον, ἵνα σοι τρέχῃ τὸ χάρισμα διὰ τῶν γνησίως ὑπὲρ σοῦ μεριμνώντων, καὶ κύκλῳ ἀπὸ Ἱερουσαλὴμ μέχρι τοῦ Ἰλλυρικοῦ πληρώσῃς τὸ Εὐαγγέλιον.

∆ʹ. ∆ιὰ τοῦτο εἰς μέσον ἄγεις, καὶ ὑποχωροῦν τος λαμβάνῃ, καὶ παρὰ σεαυτὸν καθίζεις· τοῦτο τὸ ἐμὸν ἀδίκημα, φαίης ἂν, καὶ κοινωνὸν ποιῇ τῶν φροντίδων καὶ τῶν στεφάνων. ∆ιὰ τοῦτο χρίεις ἀρ χιερέα, καὶ περιβάλλεις τὸν ποδήρη, καὶ περι τίθης τὴν κίδαριν, καὶ προσάγεις τῷ θυσιαστη ρίῳ τῆς πνευματικῆς ὁλοκαυτώσεως, καὶ θύεις τὸν 35.832 μόσχον τῆς τελειώσεως, καὶ τελειοῖς τὰς χεῖρας τῷ Πνεύματι, καὶ εἰσάγεις εἰς τὰ Ἅγια τῶν ἁγίων ἐποπτεύσοντα, καὶ ποιεῖς λειτουργὸν τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ, οὐκ ἄνθρω πος. Εἰ δὲ καὶ ἄξιον ὑμῶν τε τῶν χριόντων, καὶ ὑπὲρ οὗ, καὶ εἰς ὃν ἡ χρίσις, οἶδε τοῦτο ὁ Πα τὴρ τοῦ ἀληθινοῦ καὶ ὄντως Χριστοῦ, ὃν ἔχρισεν ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους αὐτοῦ, χρίσας τὴν ἀνθρωπότητα τῇ θεότητι, ὥστε ποιῆσαι τὰ ἀμφότερα ἕν· καὶ αὐτὸς ὁ Θεὸς καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, δι' οὗ τὴν καταλλαγὴν ἐσχήκαμεν, καὶ τὸ Πνεῦμα τὸ ἅγιον, ὃ ἔθετο ἡμᾶς εἰς τὴν δια κονίαν ταύτην, ἐν ᾗ καὶ ἑστήκαμεν, καὶ καυχώμεθα ἐπ' ἐλπίδι τῆς δόξης τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.