6
παρὰ τοῦ Πατρὸς, καὶ ἀνειλῆφθαι, ἀλλὰ καὶ ἑαυτὸν ἀνεστακέναι, καὶ ἀνε ληλυθέναι πάλιν. ἐκεῖνα τῆς εὐδοκίας, ταῦτα τῆς ἐξουσίας. Σὺ δὲ τὰ μὲν ἐλαττοῦντα λέγεις, τὰ 36.329 ὑψοῦντα δὲ παρατρέχεις· καὶ ὅτι μὲν ἔπαθε, λο γίζῃ· ὅτι δὲ ἑκὼν, οὐ προστίθης. Οἷα πάσχει καὶ νῦν ὁ Λόγος! Ὑπὸ μὲν τῶν, ὡς Θεὸς, τιμᾶται καὶ συναλείφεται· ὑπὸ δὲ τῶν, ὡς σὰρξ, ἀτιμά ζεται καὶ χωρίζεται. Τίσιν ὀργισθῇ πλέον; Μᾶλλον δὲ τίσιν ἀφῇ; Τοῖς συναιροῦσι κακῶς, ἢ τοῖς τέ μνουσι; Καὶ γὰρ κἀκείνους διαιρεῖν ἔδει, καὶ τού τους συνάπτειν· τοὺς μὲν τῷ ἀριθμῷ, τοὺς δὲ τῇ θεότητι. Προσκόπτεις τῇ σαρκί; Τοῦτο καὶ Ἰουδαῖοι. Ἢ καὶ Σαμαρείτην ἀποκαλεῖς; καὶ τὸ ἑξῆς σιω πήσομαι. Ἀπιστεῖς τῇ θεότητι; Τοῦτο οὐδὲ οἱ δαί μονες. Ὦ δαιμόνων ἀπιστότερε, καὶ Ἰουδαίων ἀγνωμονέστερε! Ἐκεῖνοι τὴν τοῦ Υἱοῦ προσηγορίαν, ὁμοτιμίας φωνὴν ἐνόμισαν· οὗτοι τὸν ἐλαύνοντα Θεὸν ᾔδεσαν. Ἐπείθοντο γὰρ ἐξ ὧν ἔπασχον. Σὺ δὲ, οὐδὲ τὴν ἰσότητα δέχῃ, οὐδὲ ὁμολογεῖς τὴν θεό τητα. Κρεῖττον ἦν σοι περιτετμῆσθαι καὶ δαιμονᾷν, ἵν' εἴπω τι καὶ γελοίως, ἢ ἐν ἀκροβυστίᾳ καὶ ὑγιείᾳ διακεῖσθαι πονηρῶς καὶ ἀθέως.
Ιςʹ. Μικρὸν μὲν οὖν ὕστερον ὄψει καὶ κα θαιρόμενον Ἰησοῦν ἐν τῷ Ἰορδάνῃ τὴν ἐμὴν κάθαρσιν· μᾶλλον δὲ ἁγνίζοντα τῇ καθάρσει τὰ ὕδατα (οὐ γὰρ δὴ αὐτὸς ἐδεῖτο καθάρσεως, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου), καὶ σχιζομένους τοὺς οὐρανοὺς, καὶ ὑπὸ τοῦ συγγενοῦς Πνεύματος μαρτυρούμενον, καὶ πειραζόμενον, καὶ νικῶντα, καὶ ὑπὸ ἀγγέλων ὑπηρετούμενον, καὶ θεραπεύοντα πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, καὶ ζωοποιοῦντα νεκροὺς (ὡς ὄφελόν γε καὶ σὲ τῇ κακοδοξίᾳ νενεκρω μένον), καὶ δαίμονας ἀπελαύνοντα, τὰ μὲν δι' ἑαυτοῦ, τὰ δὲ διὰ τῶν μαθητῶν, καὶ ἄρτοις ὀλίγοις τρέφοντα μυριάδας, καὶ πεζεύοντα πέλαγος, καὶ προδιδόμενον, καὶ σταυρούμενον, καὶ συσταυροῦντα τὴν ἐμὴν ἁμαρ τίαν· ὡς ἀμνὸν προσαγόμενον, καὶ ὡς ἱερέα προσ άγοντα, ὡς ἄνθρωπον θαπτόμενον, καὶ ὡς Θεὸν ἐγειρόμενον, εἶτα καὶ ἀνερχόμενον, καὶ ἥξοντα μετὰ τῆς ἑαυτοῦ δόξης. Πόσαι μοι πανηγύρεις καθ' ἕκα στον τῶν τοῦ Χριστοῦ μυστηρίων! Ὧν ἁπάντων κε φάλαιον ἓν, ἡ ἐμὴ τελείωσις καὶ ἀνάπλασις, καὶ πρὸς τὸν πρῶτον Ἀδὰμ ἐπάνοδος.
ΙΖʹ. Νυνὶ δέ μοι δέξαι τὴν κύησιν, καὶ προσ κίρτησον· εἰ καὶ μὴ ὡς Ἰωάννης ἀπὸ γαστρὸς, ἀλλ' ὡς ∆αβὶδ ἐπὶ τῇ καταπαύσει τῆς κιβωτοῦ. Καὶ τὴν ἀπογραφὴν αἰδέσθητι, δι' ἣν εἰς οὐρανοὺς ἐγρά φης· καὶ τὴν γέννησιν σεβάσθητι, δι' ἣν ἐλύ θης τῶν δεσμῶν τῆς γεννήσεως· καὶ τὴν Βηθ 36.332 λεὲμ τίμησον τὴν μικρὰν, ἥ σε πρὸς τὸν παράδεισον ἐπανήγαγε· καὶ τὴν φάτνην προσκύνησον, δι' ἣν ἄλογος ὢν, ἐτράφης ὑπὸ τοῦ Λόγου. Γνῶθι, ὡς βοῦς, τὸν κτησάμενον, Ἡσαΐας διακελεύεταί σοι, καὶ, ὡς ὄνος, τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· εἴτε τῶν καθαρῶν τις εἶ, καὶ ὑπὸ τὸν νόμον, καὶ μηρυ κισμὸν ἀναγόντων τοῦ λόγου, καὶ πρὸς θυσίαν ἐπι τηδείων· εἴτε τῶν ἀκαθάρτων τέως, καὶ ἀβρώτων, καὶ ἀθύτων, καὶ τῆς ἐθνικῆς μερίδος. Μετὰ τοῦ ἀστέρος δράμε, καὶ μετὰ Μάγων δωροφόρησον, χρυσὸν, καὶ λίβανον, καὶ σμύρναν, ὡς βασιλεῖ, καὶ ὡς Θεῷ, καὶ ὡς διὰ σὲ νεκρῷ. Μετὰ ποιμένων δόξα σον, μετὰ ἀγγέλων ὕμνησον, μετὰ ἀρχαγγέλων χό ρευσον. Ἔστω κοινὴ πανήγυρις οὐρανίων καὶ ἐπι γείων δυνάμεων. Πείθομαι γὰρ κἀκείνας συναγάλλεσθαι καὶ συμπανηγυρίζειν σήμερον· εἴπερ εἰσὶ φιλάνθρωποι καὶ φιλόθεοι, ὥσπερ ἃς ∆αβὶδ εἰσάγει μετὰ τὸ πάθος συνανιούσας Χριστῷ, καὶ προσυπαντώσας, καὶ διακελευομένας ἀλλήλαις τὴν τῶν πυλῶν ἔπαρσιν. ΙΗʹ. Ἓν μίσησον τῶν περὶ τὴν Χριστοῦ γένναν, τὴν Ἡρώδου παιδοκτονίαν· μᾶλλον δὲ καὶ ταύτην αἰδέσθητι, τὴν ἡλικιῶτιν Χριστοῦ θυσίαν, τοῦ καινοῦ σφαγίου προθυομένην. Ἂν εἰς Αἴγυπτον φεύγῃ, προθύμως συμφυγαδεύθητι. Καλὸν τῷ Χριστῷ συμφεύγειν διωκομένῳ. Ἂν ἐν Αἰγύπτῳ βραδύνῃ, κάλεσον αὐτὸν ἐξ Αἰγύπτου, καλῶς ἐκεῖ προσκυνούμενον. ∆ιὰ πασῶν ὅδευσον ἀμέμπτως τῶν ἡλικιῶν Χριστοῦ καὶ δυνάμεων, ὡς Χριστοῦ μαθητής.