1

 2

 3

 4

 5

 6

6

παραγγέλλω. ἔπειτα καὶ τὸ δανείζειν παρακαλῶ (δεύτερον γὰρ εἶδος δωρεᾶς δάνεισμα), ποιεῖν δὲ τοῦτο μὴ μετὰ τόκων μηδὲ πλεονασμῶν, ἀλλὰ καθὼς ἡμῖν ὁ θεῖος διετάξατο λόγος· ὁμοίως γὰρ ἔνοχος τιμωρίᾳ καὶ ὁ μὴ διδοὺς δάνεισμα καὶ ὁ μετὰ τόκων διδούς, ἐπειδὴ τοῦ μὲν τὸ μισάνθρωπον τοῦ δὲ τὸ καπηλικὸν κατακέκριται. οἱ δὲ πρὸς τὴν ἐναντίαν αὐτομολοῦσιν ἀκρότητα εἰς τὸ παντελὲς ἐφέξειν τὴν δόσιν ἐπαγγελλόμενοι. ἔστι δὲ τοῦτο ἀναιδὴς ἔνστασις, πρὸς τὸ δίκαιον φιλονεικία μανιώδης, πρὸς θεὸν ἔρις καὶ πόλεμος. ἢ γὰρ οὐ δώσω, φησίν, ἢ δανείζων ἔντοκον θήσομαι τὸ συνάλλαγμα. Πρὸς μὲν οὖν τοὺς τοκογλύφους ἱκανῶς ὁ λόγος διηγωνίσατο καὶ αὐτάρκως μοι τὰ τῆς κατηγορίας ὡς ἐν δικαστηρίῳ 9.207 διήνυσται, καὶ δοίη ὁ θεὸς αὐτοῖς μεταμέλειαν· πρὸς δὲ τοὺς προχείρως δανειζομένους καὶ τοῖς ἀγκίστροις τῶν τόκων ῥιψοκινδύνως ἑαυτοὺς περιπείροντας οὐδένα ποιήσομαι λόγον ἀρκεῖν αὐτοῖς κρίνας τὴν συμβουλήν, ἣν ὁ θεσπέσιος πατὴρ ἡμῶν Βασίλειος ἐν τῷ ἰδίῳ συγγράμματι σοφῶς ἐξεπόνησε πλείονα πρὸς τοὺς ἀβούλως δανειζομένους ἢ τοὺς πλεονεκτικῶς δανείζοντας ποιησάμενος λόγον.