1

 2

 3

 4

 5

 6

3

ἀφανίσας τὴν τήρησιν. Πάντα ἐκεῖνα τύπος ἡμέτερος, πάντα προμηνύματα τῶν νῦν φαινομένων πραγμάτων. Ἀπόλυσον λοιπὸν τοῦ βίου σου τὸν γαστρίμαρ γον κόρακα· δὸς τῇ περιστερᾷ καιρὸν ἐπιπτῆναί σοι· ἣν πρῶτος Ἰησοῦς τυπικῶς ἐξ οὐρανοῦ κατ ήγαγε, τὴν ἄδολον, τὴν πραϋτάτην, τὴν πολύγονον· ἥτις ἐπειδὰν εὕρῃ ἄνδρα κεκαθαρμένον ὡς πύριον καλῶς ἠσκημένον, εἰσοικίζεται καὶ ἐπωάζουσα πυροῖ τὴν ψυχὴν, καὶ πολλὰ τίκτει καὶ εὐχαρῆ τὰ ἑαυτῆς τέκνα. Ταῦτα δέ εἰσιν ἀγαθαὶ πράξεις καὶ λόγοι σε μνοὶ, πίστις, εὐσέβεια, δικαιοσύνη, σωφροσύνη, ἁγνεία, καθαρότης. Ταῦτα τέκνα τοῦ πνεύματος, κτήματα δὲ ἡμέτερα. Μέχρι πότε μαθητὴς τῶν πρώτων στοιχείων; Ἄνοιξόν σου τὴν ψυχὴν ὡς δέλτον, καὶ συγχώρησον ἡμῖν ἐγχαράξαι μάθημα τέλειον· μὴ ἀεὶ μετὰ τῶν παίδων ψελλίζου· μὴ νηπιώδης τὴν φρένα. Ἐρυθριῶ ὑπὲρ σοῦ, ὅτι γηράσας λοιπὸν μετὰ τῶν κατηχουμένων ἐκβάλλῃ, ὡς παιδάριον ἄνουν καὶ οὐκ ἐχέμυθον, μέλλοντος μυστηρίου λαλεῖσθαι. Ἑνώ θητι τῷ μυστικῷ λαῷ καὶ μάθε λόγους ἀποῤῥήτους. Φθέγξαι μεθ' ἡμῶν ἐκεῖνα, ἃ καὶ τὰ ἑξαπτέρυγα Σεραφὶμ μετὰ τῶν τελείων Χριστιανῶν ὑμνοῦντα λέγει. Ἐπιθύμησον τροφῆς ἐνδυναμούσης ψυχήν· γεῦσαι πόματος καρδίαν εὐφραίνοντος· ἐράσθητι μυστηρίου εἰς νεότητα τοὺς παλαιοὺς ἀοράτως ἀμεί βοντος. Μίμησαι τὸν Αἰθίοπα τὸν εὐνοῦχον τῆς ζεού σης ἐπιθυμίας. Καὶ γὰρ ἐκεῖνος ἐπειδὴ τὸν Φίλιππον προσαχθέντα παρὰ τοῦ Πνεύματος σύνεδρον ἐπὶ τοῦ ἅρματος ἔλαβεν, ὁδοῦ δὲ πάρεργον ἔμαθε μὴ ἀνα γινώσκειν μόνον, ἀλλὰ καὶ γινώσκειν τὸν σοφὸν Ἡσαΐαν· ἐγεύσατο δὲ διὰ τῆς ἑρμηνείας ὡς ἀγαθὸς σκύλαξ τοῦ αἵματος καὶ τοῦ σφαγέντος ἀμνοῦ· σφο δρῶς τοῦ Φιλίππου καθυλάκτησεν, μέχρις οὗ πρὸς τὴν τελείαν αὐτὸν θήραν τῆς ἐν χερσὶ προφητείας ὡδή γησεν· αὐτοσχέδιον δὲ τὸ βάπτισμα ζητήσας ἔλαβεν, οὔτε καταγωγίαν ἀναμείνας, οὔτε πόλιν ἢ κώμην, ἢ τὸν τόπον ἁγιάσματος ἐκδεξάμενος, λογισάμενος δὲ σωφρόνως, ὅτι πᾶς τόπος τοῦ κοινοῦ ∆εσπότου, καὶ πᾶν ὕδωρ ἐπιτήδειον εἰς τὴν τοῦ βαπτίσματος χρείαν, μόνον ἐὰν εὕρῃ πίστιν τοῦ λαμβάνοντος, καὶ εὐλογίαν τοῦ ἁγιάζοντος ἱερέως. Μὴ παροξύνῃς τὸν βαπτιστὴν βραδύνων, μηδὲ παροργίσῃς αὐτὸν ἡμέραν ἐξ ἡμέρας ἀναβαλλόμενος, καὶ δαπανῶν ἐν ὑποσχέσεσι 46.424 τὸν ῥέοντα χρόνον, μήποτέ σου ταῖς ὁμοίαις φωναῖς Ἰωάννου καθίκηται, γέννημά σε ὀνομάζων ἐχίδνης, ἢ ἀσπίδα κωφὴν, πρὸς τὴν φωνὴν τοῦ ἐπ ᾴδοντος ἀγριαίνουσαν, ἢ τὴν ἀξίνην σοι δείξῃ τεθηγμένην καὶ στίλβουσαν, παρακειμένην τῷ δένδρῳ, καὶ τὴν τομὴν ἀπειλοῦσαν. Αἱρετώτερον ἐν κακῶν ἐκλογῇ ἀξιωθέντα τινὰ τοῦ σωτηρίου λουτροῦ, γενέ σθαι πάλιν ἐν ἁμαρτήματι, ἢ τῆς χάριτος ἀμέτοχον τελευτῆσαι τὸν βίον. Τὸ μὲν γὰρ πλημμέλημα τυ χὸν καὶ συγγνώμης ἢ φιλανθρωπίας ἀξιωθήσεται, ἧς πολλὴ παρὰ τῶν ἀγαθῶν ἐλπίς· τὸ δὲ παντά πασιν ἀπηγορευμένην ἔχειν τὴν σωτηρίαν ἐξ ἀπο φάσεως ὡρισμένης· ὅταν γὰρ ἀκούσω τῆς ἀψευδοῦς φωνῆς λεγούσης, «Ἀμὴν, ἀμὴν λέγω σοι· ἐὰν μή τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ,» οὐδὲν δύναμαι τοῖς ἀμυήτοις προσδοκῆ σαι χρηστόν.

Τίνος γὰρ ὄντως συγγνώμης δίκαιον τοῖς τοιούτοις μεταδιδόναι, οἳ τὴν βασιλικὴν χάριν ἐνύβρισαν, μὴ δεξάμενοι τὰς ἀποκοπὰς τῶν χρεῶν, μηδὲ προσκυνήσαντες τὴν ἐλευθερίαν καὶ ἀσπασάμε νοι, αὐτεπάγγελτον πρὸς αὐτοὺς ἐλθοῦσαν ἐξ οὐρα νῶν· διὰ δὲ τῆς καταφρονήσεως τοῦ δώρου, τὸν δω ρησάμενον ἀτιμάσαντες; Ψυχὴν ἀφώτιστον καὶ τῇ χάριτι τῆς παλιγγενεσίας μὴ κοσμηθεῖσαν, οὐκ οἶδα οὐδὲ εἰ ἄγγελοι μετὰ τὸν χωρισμὸν τοῦ σώματος ὑποδέχονται. Πῶς γὰρ τὴν ἀσφράγιστον, τὴν μηδὲν τῆς δεσποτείας ἐπίσημον φέρουσαν; Ἦ εἰκὸς ἐμφέρε σθαι τῷ ἀέρι πλανωμένην καὶ ἀλητεύουσαν, καὶ ἀζή τητον, ὡς ἀδέσποτον· ἐπιθυμοῦσαν ἀναπαύσεως καὶ μονῆς, καὶ μὴ εὑρίσκουσαν ὀδυρομένην ἀνόνητα, καὶ μεταμελομένην ἄπρακτα· ὁμοίαν τῷ πλουσίῳ, ὃν πορφύρα, καὶ βύσσος ἠμφίαζεν, τρυφὴ δὲ παντοία καὶ ἀπόλαυσις ἁβροδίαιτος ἔτρεφεν, ὕλην τοῦ ἀσβέστου πυρός.