1

 2

 3

 4

 5

2

γὰρ πάντων καὶ ἐπικροτούντων ταῖς τοῦ πιθήκου περι στροφαῖς εὐρύθμως πρὸς τὴν ᾠδὴν καὶ τὸ μέλος συγκινου μένου, ῥίψαι φασὶν αὐτὸν ἐπὶ τῆς ὀρχήστρας τῶν τραγη μάτων ἐκεῖνα ὅσα τὴν λιχνείαν τῶν τοιούτων θηρίων ἐφέλκεται· τὸν δὲ μηδὲν μελλήσαντα, ἐπειδὴ διασπαρέντα εἶδε πρὸ τοῦ χοροῦ τὰ ἀμύγδαλα, ἐκλαθόμενον τῆς τε ὀρχήσεως καὶ τῶν κρότων καὶ τῶν τῆς ἐσθῆτος καλλωπι σμῶν ἐπιδραμεῖν τε αὐτοῖς καὶ ταῖς τῶν χειρῶν παλάμαις ἐγκρατεῖν τὰ εὑρισκόμενα· καὶ ὡς ἂν μὴ ἐμποδὼν εἴη τὸ προσωπεῖον τῷ στόματι, περιαιρεῖσθαι κατὰ σπουδὴν ἑαυτοῦ τοῖς ὄνυξι τὴν σεσοφισμένην μορφὴν περιθρύ πτοντα, ὥστε αὐτὸν ἀθρόως γέλωτα κινῆσαι τοῖς θεαταῖς ἀντὶ τῶν ἐπαίνων τε καὶ τοῦ θαύματος, εἰδεχθῶς καὶ 8,1.133 γελοίως ἐκ τῶν τοῦ προσωπείου λειψάνων διαφαινόμενον. ὥσπερ οὖν οὐκ ἐπήρκεσεν ἐκείνῳ τὸ σεσοφισμένον σχῆμα πρὸς τὸ νομισθῆναι ἄνθρωπον, ἀπελεγχθείσης ἐν τῇ λιχνείᾳ τῶν τραγημάτων τῆς φύσεως, οὕτως οἱ μὴ ἀληθῶς αὐτὴν τὴν φύσιν ἑαυτῶν τῇ πίστει μορφώσαντες ῥᾳδίως ἐν ταῖς τοῦ διαβόλου λιχνείαις ἀπελεγχθήσονται ἄλλο τι ὄντες παρ' ὃ ἐπαγγέλλονται. ἀντὶ γὰρ ἰσχάδος ἢ ἀμυγδάλης ἢ τῶν τοιούτων τινὸς τὸ κενόδοξον καὶ φιλότιμον καὶ τὸ φιλοκερδὲς καὶ φιλήδονον καὶ ὅσα ἄλλα τοιαῦτα ἡ κακὴ τοῦ διαβόλου ἀγορὰ τοῖς λίχνοις τῶν ἀνθρώπων ἀντὶ τραγημάτων προτιθεῖσα ῥᾳδίως εἰς ἔλεγχον ἄγει τὰς πιθηκώδεις ψυχάς, οἳ διὰ μιμήσεως ἐσχηματισμένης τὸν χριστιανισμὸν ὑποκρίνονται, τὸ τῆς σωφροσύνης ἢ τὸ τῆς πραότητος ἤ τινος ἄλλης ἀρετῆς προσωπεῖον ἐν τῷ καιρῷ τῶν παθημάτων ἑαυτοῖς ἀφανίζοντες. οὐκοῦν ἀναγ καῖον ἂν εἴη νοῆσαι τοῦ χριστιανισμοῦ τὸ ἐπάγγελμα· τάχα γὰρ ἂν τοῦτο γενοίμεθα, ὅπερ τὸ ὄνομα βούλεται, ἵνα μὴ ψιλῇ τῇ ὁμολογίᾳ καὶ τῷ προσχήματι τοῦ ὀνόματος μόνου μεταμορφούμενοι, ἄλλο τι παρὰ τὸ φαινόμενον ὄντες, τῷ τὰ κρυπτὰ καθορῶντι ἐπιδειχθείημεν.

Τί τοίνυν ὁ χριστιανισμὸς ἐξ αὐτῆς τῆς προσηγο ρίας νοεῖται, πρῶτον ἐπισκεψώμεθα. ἔστι μὲν οὖν παρὰ τῶν σοφωτέρων μείζονά τινα καὶ μεγαλοφυεστέραν 8,1.134 πάντως ἐξευρεθῆναι διάνοιαν συνεπηρμένην τῷ ὑψηλῷ τοῦ ὀνόματος. ἃ δὲ ἡμεῖς χωροῦμεν περὶ τούτου τοῦ ὀνόματος, ταῦτά ἐστι· τὸ τοῦ Χριστοῦ ὄνομα, εἰ πρὸς τὸ σαφέστερόν τε καὶ γνωριμώτερον ῥῆμα μετενεχθείη, τὸν βασιλέα σημαί νει, τῆς ἁγίας γραφῆς τὴν βασιλικὴν ἀξίαν τῇ τοιαύτῃ φωνῇ κατά τινα ἰδιάζουσαν χρῆσιν ἐνδεικνυμένης. ἀλλ' ἐπειδή, καθώς φησιν ἡ γραφή, ἄφραστόν ἐστι τὸ θεῖον καὶ ἀκατάληπτον, πάσης ὑπερκείμενον καταληπτικῆς ἐπινοίας, ἀναγκαίως οἱ τῷ ἁγίῳ πνεύματι θεοφορούμενοι προφῆται καὶ ἀπόστολοι πολλοῖς ὀνόμασί τε καὶ νοήμασιν ἐπὶ τὴν σύνεσιν τῆς ἀφθάρτου φύσεως ἡμᾶς χειραγωγοῦσιν, ἄλλου πρὸς ἄλλο τι τῶν θεοπρεπῶν νοημάτων ἡμᾶς διευθύνοντος· ὥστε τὴν μὲν ἐπὶ πάντων ἐξουσίαν τῷ τῆς βασιλείας ὀνό ματι παραδηλοῦσθαι, τὸ δὲ πάθους παντὸς καὶ κακίας πάσης ἀμιγὲς καὶ ἐλεύθερον τοῖς τῆς ἀρετῆς ὀνόμασιν ὀνομάζεσθαι, ἑκάστης πρὸς τὸ κρεῖττον νοουμένης τε καὶ λεγομένης· ὥστε τὸ αὐτὸ δικαιοσύνην τε εἶναι καὶ σοφίαν καὶ δύναμιν καὶ ἀλήθειαν ἀγαθότητά τε καὶ ζωὴν καὶ σωτηρίαν καὶ ἀφθαρσίαν καὶ τὸ ἀμετάβλητόν τε καὶ ἀναλλοίωτον καὶ πᾶν ὅ τί πέρ ἐστιν ὑψηλὸν νόημα διὰ τῶν τοιούτων ὀνομάτων δηλούμενον, πάντα τὸν Χριστὸν καὶ 8,1.135 εἶναι καὶ λέγεσθαι. εἰ τοίνυν περίληψις παντὸς ὑψηλοῦ νοήματος ἐν τῷ τοῦ Χριστοῦ νοεῖται ὀνόματι (τῷ γὰρ ὑψηλοτέρῳ τῶν σημαινομένων καὶ τὰ λοιπὰ περιέχεται, ὡς ἕκαστον τῶν ἄλλων τῇ ἐννοίᾳ τῆς βασιλείας ἐνθεω ρεῖσθαι), τάχα δι' ἀκολούθου γένοιτο ἄν τις ἡμῖν τῆς τοῦ χριστιανισμοῦ ἑρμηνείας ἡ κατανόησις. εἰ γὰρ τῷ ὑπερέχοντι τῶν τῆς ἀφθάρτου φύσεως ἑρμηνευτικῶν ὀνο μάτων συνονομαζόμεθα οἱ διὰ τῆς εἰς αὐτὸν πίστεως πρὸς αὐτὸν συναπτόμενοι, ἀνάγκη πᾶσά ἐστι, καὶ ὅσα μετὰ τοῦ ὀνόματος τούτου περὶ τὴν ἄφθαρτον ἐκείνην θεωρεῖται φύσιν νοήματα, καὶ πρὸς ἐκεῖνα ἡμῖν τὴν ὁμωνυμίαν κατὰ τὸ ἀκόλουθον γίνεσθαι. ὡς γὰρ τῇ μετοχῇ τοῦ Χριστοῦ τὴν τοῦ