1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

4

μετατεθέντων τότε παρὰ τοῦ Θεοῦ ἀναδείκνυται ὁ μέγας Βασίλειος, καθάπερ ἐπὶ τοῦ Ἀχαὰβ ὁ Ἠλίας· καὶ τῆς ἱερωσύνης ἤδη τρόπον τινὰ πεπτωκυίας ἀντιλαμβανόμενος, ὥσπερ τινὰ λύχνον ἐκλελοιπότα τὸν τῆς πίστεως λόγον διὰ τῆς ἐνοικούσης αὐτῷ χάριτος ἀναλάμψαι πάλιν ἐποίησεν. καὶ οἷόν τις πυρσὸς τοῖς νύκτωρ διαπλανωμένοις κατὰ τὸ πέλαγος ὑπερφανεὶς τῆς Ἐκκλησίας, πάντας πρὸς τὴν εὐθεῖαν ὁδὸν ἐπέστρεψεν, ὑπάρχοις συμπλεκόμενος, στρατηλάταις συμμίσγων, βασιλεῦσι παρρησιαζόμενος, ἐπ' ἐκκλη σίαις βοῶν, τοὺς πόρρωθεν ἀφεστηκότας καθ' ὁμοιότητα Παύλου δι' ἐπιστολῶν προσαγόμενος, ἐκφεύγων τὰς τῶν συμπλεκομένων λαβάς, οὐκ ἔχων ὅπου κρατηθῇ παρὰ τῶν ἀντιπάλων, κρείττων μὲν γὰρ ἦν τῶν δημευόντων αὐτὸς ἑαυτὸν διὰ τὴν ἐλπίδα τῆς βασιλείας δημεύσας. τοῦ κατὰ τὴν ἐξορίαν φόβου ἀπήλλακτο, μίαν πατρίδα ἀνθρώπων τὸν παράδεισον εἶναι λέγων, πᾶσαν δὲ τὴν γῆν ὡς κοινὴν τῆς φύσεως ἐξορίαν βλέπων. ὁ δὲ καθ' ἡμέραν ἀποθνήσκων καὶ πάντοτε διὰ νεκρώσεως ἑκὼν δαπανώ μενος, πότε ἂν ἐφοβήθη τὸν θάνατον τὸν παρὰ τῶν ἐχθρῶν ἀπει λούμενον; ᾧ γε συμφορὰ ἦν τὸ μὴ πολλάκις δύνασθαι τοὺς τῶν μαρτύρων ἀγῶνας ὑπὲρ τῆς ἀληθείας μιμήσασθαι, ἑνὶ θανάτῳ ὑπεζευγμένης τῆς φύσεως. ὅς ποτε τῶν ὑπάρχων τινὶ τὸ ἧπαρ ἐξοίσειν αὐτοῦ τῶν σπλάγχνων καταπληκτικῶς ἀπειλήσαντι μειδιάματι τὴν ἀπαίδευτον ἀπειλὴν καταχλευάζων φησί· χάριν εἴσομαί σοι τῆς προαιρέσεως. καὶ γὰρ οὐ μετρίως ἀνιᾷ τὸ ἧπαρ τοῖς σπλάγχνοις ἐγκείμενον. ἐκβαλὼν οὖν αὐτό, καθὼς ἠπείλησας, τοῦ λυποῦντος ἐλευθερώσεις τὸ σῶμα.

11 Τί τοίνυν αὐτοῦ τὸ μεθ' ἑτέρους ἁγίους ἐπιδημῆσαι τῷ βίῳ κατασμικρύνει τὴν κατὰ Θεὸν εὐδοκίμησιν, ὡς διὰ τοῦτο τῶν ἐπὶ τοῖς ἁγίοις ἑορτῶν ἐλάττω δοκεῖν εἶναι τὴν ἐπὶ τού τῳ πανήγυριν; σκόπησον γάρ, εἰ δοκεῖ, πρὸς ἕνα τινὰ τῶν προλαβόντων ἁγίων τὸν τούτου βίον ἀντεξετάζων. ἠγάπησε τὸν Θεὸν ὁ Παῦλος· τοῦτο γὰρ δὴ τῶν ἀγαθῶν τὸ κεφάλαιον, τὸ τῆς ἀγάπης λέγω· ἀφ' ἧς πᾶσα πίστις καὶ ἐλπὶς πᾶσα, καὶ τὸ ἐξ ὑπομονῆς προσδοκώμενον, καὶ τὸ ἐν παν τὶ καλῷ ἀμετάπτωτον, καὶ τὸ μετὰ παντὸς πνευματικοῦ χαρίσματος τὸ πλέον ἔχειν. ἀλλ' ἐξετάσωμεν πόσον ἦν ἐν Παύλῳ τῆς πρὸς Θεὸν ἀγάπης τὸ μέτρον, ἐρεῖς πάντως ὅτι ἐξ ὅλης καρδίας, καὶ ἐξ ὅλης ψυχῆς, καὶ ἐξ ὅλης τῆς διανοίας. τοῦτον γὰρ ἔδωκε τὸν ἀκρότατον τῆς πρὸς Θεὸν ἀγάπης ὅρον ὁ νόμος. οὐκοῦν ὁ πᾶσαν ἑαυτοῦ τὴν καρδίαν τε καὶ τὴν ψυχὴν καὶ τὴν διάνοιαν ἀναθεὶς τῷ Θεῷ, καὶ πρὸς ἄλλο μηδὲν τῶν κατὰ τὸν βίον τοῦτον σπουδαζομένων ἐπιρρεπῶς διακείμενος, ἐν τῷ ἀκροτάτῳ γίνεται τῆς ἀγάπης ὅρῳ. εἰ μὲν οὖν ἔχει τις δεῖξαι τὸν τοῦ διδασκάλου βίον περί τι τῶν κατὰ τὸν κόσμον τοῦτον σπουδαζομένων ἔχοντα τὴν ῥοπήν, οἷον περὶ πλοῦτον ἢ δυναστείαν ἢ κενῆς δόξης ἐπιθυμίαν, τὰς γὰρ ἀνδραποδωδεστέρας ἐπ' αὐτῷ τῶν ἡδονῶν οὐδὲ λέγειν ἄξιον εἰκός ἐστιν, ὅ τι ἂν τούτων εὑρεθῇ σπουδαζόμενον, ἐλαττοῦσθαι λέγειν δεῖ κατ' ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον, τῆς ἐπιθυμητικῆς αὐτοῦ διαθέσεως ἀπὸ τοῦ Θεοῦ πρὸς τὰ ὑλώδη μεταρρυείσης. εἰ δὲ πάντων τούτων καὶ τῶν τοιούτων ἐχθρός τις ἦν καὶ πολέμιος, πρότερον μὲν τοῦ ἰδίου βίου πᾶσαν ἐξορίζων τὴν ἐμπαθῆ περὶ ταῦτα διάθεσιν, ἔπειτα δὲ καὶ τὴν κοινὴν ζωὴν ἐκκαθαίρων τῷ τε διδακτικῷ λόγῳ καὶ τῷ καθ' ἑαυτὸν ὑποδείγματι· δῆλον ἂν εἴη ὅτι ἐκεῖνο τῆς πρὸς τὸν Θεὸν ἀγάπης τὸ μέτρον εἶχεν ἐν ἑαυτῷ οὗ τὸ πλέον οὐκ ἐχώρει ἡ φύσις. ὁ γὰρ ἐξ ὅλης καρδίας τε καὶ ψυχῆς καὶ διανοίας τὸν Θεὸν ἀγαπῶν, πῶς ἂν ὑπερταθείη πρὸς τὸ πλέον τῆς ἀγάπης μέτρον, ὃ χώραν οὐκ ἔχει; οὐκοῦν εἰ ἕνα τῆς τελείας ἀγάπης ὅρον ἐμάθομεν, τὸν ἐξ ὅλης καρδίας τῷ Θεῷ ἀνακείμενον· ἠγάπων δὲ Παῦλος καὶ Βασίλειος ἐν ὅλῃ καρδίᾳ τῷ Θεῷ ἀνακείμενοι, ἓν μέτρον εἶναι τῆς ἀγάπης ἐν ἀμφοτέροις εἰπεῖν τις τολμήσας, οὐκ ἂν ἁμάρτοι τῆς ἀληθείας. ἀλλὰ μὴν πάντων τῶν ἀγαθῶν μείζονα τὴν ἀγάπην ὅ τε Ἀπόστολος λέγει, καὶ ἐπιψηφίζει τὸ ὑψηλὸν Εὐαγγέλιον. ὁ μὲν Ἀπόστολος προφητείας αὐτὴν καὶ