1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

11

τέχνας. πῶς οὖν τὴν ἐπ' αὐτῷ μνήμην ἀγάγωμεν, ἴσως ἐρεῖ τις, εἰ μὴ μετ' ἐγκωμίων τοῦτο ποιήσωμεν; πῶς ὁ νόμος τῆς Γραφῆς πληρωθήσεται, ὅς φησι, τὴν μνήμην τῶν δικαίων μετ' ἐγκωμίων δεῖ γενέσθαι, εἰ τὸ μὲν διὰ τῶν ἀληθῶν ἐπαίνων προσάγειν τὸν λόγον ἐστὶν ἀμήχανον, τὸ δὲ διὰ τῶν κοινοτέρων ἐφύβριστον; ἀλλ' ἔστιν ἴσως οὐκ ἀπορῆσαί τινος ἐπινοίας, ὡς μὴ πάντη τῶν ἡμετέρων αὐτὸν ἐπαίνων καταλειφθῆναι ἀγέραστον. τίς οὖν ἐστιν ἡ ἐπίνοια; τίς οὐκ οἶδεν ὅτι πᾶς λόγος τῶν ἔργων διεζευγμένος μάταιος καθ' ἑαυτόν ἐστι καὶ ἀνυπόστατος; ἡ δὲ τῶν ἔργων φύσις ἐν ὑποστάσει καὶ ἀληθείᾳ τὸ λεγόμενον δείκνυσιν. οὐκοῦν προτιμότερος ἂν εἴη τοῦ λόγου ὁ διὰ τῶν ἔργων πληρούμενος ἔπαινος. τοῦτο δέ ἐστι τί; τὸ διὰ τῆς μνήμης ἐκείνου τὸν βίον ἡμῖν γενέσθαι τῆς συνηθείας βελτίονα. καθάπερ γὰρ ἐπὶ δακτυλίου σφενδόνης καλλίστης τινὸς ἐν γλυφίδι προφαινομένης μορφῆς, ὁ ἐντυπωθεὶς τῇ σφραγῖδι κηρὸς εἰς ἑαυτὸν τὸ ἐγκείμενον τῇ γλυφίδι κάλλος μετήνεγκεν, ὅλον τὸν χαρακτῆρα τῆς σφραγῖδος τοῖς ἰδίοις τύποις ἀναμαξάμενος· καὶ οὐκ ἄν τις οὕτω διὰ τοῦ λόγου τὴν εὐδιάθετον τῆς γλυφῆς ὥραν εἰς ὑπογραφὴν ἀγάγοι, ὡς ἐπὶ τοῦ κηροῦ δεικνύων μεμορφωμένον τὸ κάλλος· τὸν αὐτὸν τρόπον, εἰ ὁ μὲν λόγῳ ψιλῷ τοῦ διδασκάλου τὴν ἀρετὴν ἀποσεμνύνοι, ἕτερος δὲ τὸν ἑαυτοῦ βίον καλλωπίζοι διὰ τῆς πρὸς ἐκεῖνον μιμήσεως, ἐνεργότερος ἂν εἴη τοῦ ὑψηλοῦ λόγου ὁ διὰ τοῦ βίου πληρούμενος ἔπαινος.

27 Οὕτως οὖν, ἀδελφοί, καὶ ἡμεῖς μιμησάμενοι τῇ σωφροσύνῃ τὸν σώφρονα οἷς ποιοῦμεν, κατ' ἀξίαν τὴν ἀρετὴν ἐπαινέσωμεν, καὶ τὰ ἄλλα πάντα ὡσαύτως τὸ θαῦμα τοῦ σοφοῦ ἐν τῇ μετουσίᾳ τῆς σοφίας πληρούσθω· ὁ τῆς ἀκτημοσύνης ἔπαινος ἐν τῷ καὶ ἡμᾶς γενέσθαι τῆς ὑλικῆς περιουσίας ἀκτήμονας· ἡ ὑπεροψία τοῦ κόσμου τούτου μὴ λεγέσθω μόνον, ὅτι ἐστί τις ἐπαινετὴ καὶ ἐπίδοξος· ἀλλὰ μάρτυς τῆς ὑπεροψίας τῶν κατὰ τὸν κόσμον σπουδαζομένων ὁ βίος ἔστω. μὴ λέγε μόνον ὅτι τῷ Θεῷ ἐκεῖνος ἀνέκειτο, ἀλλὰ ἀνάθες καὶ σὺ σεαυτὸν τῷ Θεῷ· μήθ' ὅτι μόνον ἦν αὐτῷ κτῆμα ἡ ἐλπιζομένη ἀνάπαυσις, ἀλλὰ καὶ σὺ θησαύρισον σεαυτῷ τοῦτον τὸν πλοῦτον ὥσπερ ἐκεῖνος· ἔξεστι γάρ. μετέθηκεν ἐκεῖνος ἀπὸ γῆς εἰς οὐρανὸν τὸ πολίτευμα, μετάθες καὶ σύ. τοῖς ἀσύλοις τοῦ οὐρανοῦ θησαυροφυλακείοις τὸν ἴδιον ἐναπέθετο πλοῦτον, μίμησαι διὰ τούτων καὶ σὺ τὸν διδάσκαλον. κατηρτισημένος γὰρ ἔσται μαθητὴς ὡς ὁ διδάσκαλος αὐτοῦ. καὶ γὰρ ἐν τοῖς λοιποῖς ἐπιτηδεύμασιν, ὁ ἰατρῷ μαθητεύσας, ἢ γεωμέτρῃ, ἢ ῥήτορι, ἀναξιόπιστος ἐπαινέτης τῆς τοῦ διδασκάλου τέχνης γενήσεται, εἰ τῷ μὲν λόγῳ θαυμάζοι τοῦ καθηγητοῦ τὴν ἐπιστήμην, ἐφ' ἑαυτοῦ δὲ δεικνύοι μηδὲν τοῦ θαύματος ἄξιον. ἐρεῖ γάρ τις πρὸς αὐτόν· πῶς λέγεις ἰατρὸν τὸν ἑαυτοῦ διδάσκαλον, αὐτὸς ἀνιάτρευτος ὤν; ἢ πῶς μαθητὴν σεαυτὸν τοῦ γεωμέτρου λέγεις ἀπείρως τῆς γεωμετρίας ἔχων; ἀλλ' εἴ τις ἐν ἑαυτῷ δείκνυσι τὴν τέχνην ᾗ ἐμαθήτευσε, σεμνύνει τῇ καθ' ἑαυτὸν ἐπιστήμῃ τὸν τῆς τέχνης καθηγησάμενον. οὕτω καὶ ἡμεῖς οἱ Βασίλειον αὐχοῦντες διδάσκαλον τῷ βίῳ δείξωμεν τὴν μαθητείαν, ἐκεῖνο γινόμενοι, ὅπερ αὐτὸν ὀνομαστόν τε καὶ μέγαν Θεῷ καὶ ἀνθρώποις ἐποίησεν, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.