1

 2

 3

 4

2

Ἰησοῦν". Λέγει πρὸς τὸν ἄγγελον ἡ ἁγία παρθέ νος· "Πῶς ἔσται μοι τοῦτο ἐπειδὴ ἄνδρα γήϊνον οὐ βούλομαι γνῶναι, ἐπειδὴ τῷ ἐπουρανίῳ νυμφίῳ ἐμαυτὴν ἀπεκλήρωσα; βούλομαι μένειν παρθένος, τὴν ἀξίαν τῆς παρθενίας προ δοῦναι οὐ βούλομαι". Λόγοις δὲ τοιούτοις ὁ ἄγγελος τὴν ἁγίαν ἐστήριζε· "Μὴ φοβοῦ, Μαρίαμ, οὐ γὰρ φοβῆσαί σε παραγέγονα, ἀλλ' ἀποδιῶξαι τοῦ φόβου τὴν ὑπόθεσιν· μὴ φοβοῦ, Μαρίαμ, εὗρες γὰρ χάριν παρὰ τῷ θεῷ· τὴν χάριν μὴ ἀνάκρινε, νόμοις γὰρ φύσεως ἡ χάρις ὑπήκειν οὐκ ἀνέχεται. Ἅγιον δὲ πνεῦμα ἐπί σε ἐπελεύσεται, διὸ καὶ τὸ γεννώμενον ἐκ σοῦ ἅγιον κληθήσεται υἱὸς θεοῦ, σύμμορφος, συνομοούσιος, συναΐ διος τῷ πατρί. Ἐν ᾧ πᾶσα κέκτηται ὁ πατὴρ τῆς θεότητος τὴν φανέρωσιν, ὁ χαρακτὴρ ἐν τῷ προσώπῳ, καὶ διὰ τοῦ ἀπαυγάσματος ἡ δόξα καταλάμπεται, ἵνα φωτίσῃ τοὺς ἐν σκότει καθημένους. Μεμάθηκας, ὦ μακαρία, ἃ μέχρι τοῦ νῦν κεκρυμμένα καὶ τοῖς ἀγγέλοις ἐτύγχανε· ἔγνως, Μαρία, [τὰ] τοὺς προφήτας καὶ πατριάρχας λανθάνοντα· ἀκήκοας, Μαρία, ὧν οὐδέπω ὁ χορὸς τῶν θεοφόρων ἠξίωται. ∆αβὶδ καὶ Ἡσαΐας καὶ οἱ λοιποὶ θεηγόροι περὶ τῆς δεσποτικῆς ἐνανθρωπίσεως προεκήρυττον, ἀλλὰ τὸ πῶς οὐκ ἐπίσταντο. Σὺ δὲ μόνη ἁγία παρθένε τὰ τούτοις ἀγνοηθέντα μυστήρια ὑποδέχου καὶ μάνθανε· καὶ μὴ λογίζου "πῶς ἔσται μοι τοῦτο;" ὁ γὰρ ἐκ παρθένου γῆς πλάσας τὸν ἄνθρωπον, αὐτὸς καὶ νῦν ποιεῖ ὅσα βούλεται, ἵνα σώσῃ πλάσμα τὸ ἴδιον". Νῦν μοι τῆς ἁγίας παρθένου τὸν τρόπον θαυμάζειν ὡς ἔνεστι πρέποντος.

Ταύτην ὁ ἄγγελος πρώην πάλιν "χαῖρε κεχαριτωμένη" ἡσπάσατο, ἐπειδὴ μετ' αὐτῆς ὅλος ὁ θησαυρὸς τῆς χάριτος πολιτεύεται. Ἐκ πασῶν γενεῶν μόνη γεννῆσαι θεὸν κατηξιώται· μόνη φέρει τὸν τὰ πάντα φέροντα τῷ ῥήματι. Καὶ οὐ μόνον θαυμάζειν ἔνεστι τῆς θεοτόκου τὸ κάλλος, ἀλλὰ καὶ τῆς ψυχῆς τὸ ἐνάρετον, διὸ καὶ τό "χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου" προεφώνησεν αὐτῇ ὁ ἄγγελος, ξενείαν γὰρ τῷ θεῷ τὴν ψυχὴν ἡ ἁγία εὐτρεπήσασα, ξενίων καὶ θείων μυστηρίων δοχεῖον γέγονε. ∆εῦρο τοίνυν καὶ ἡμεῖς ἀγαπητοὶ τὴν κατὰ δύναμιν ὀφειλὴν ἀποτίσωμεν, τῇ φωνῇ τοῦ ἀγγέλου συνεπόμενοι κεκράζωμεν· "χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου", σὸν γὰρ τὸ χαίρειν ὡς ἀληθῶς, ἐπειδὴ ὁ κύριος τῶν ἁπάντων μετά σου, ὡς οἶδεν, ἐσκήνωσε. "Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου", οὐ γήϊνος νυμφίος, ἀλλὰ αὐτὸς ὁ κύριος ὁ τῆς ἁγνείας πατήρ, ὁ τῆς παρθενίας φύλαξ καὶ τοῦ ἁγιασμοῦ κύριος, ὁ τῆς ἀφθαρσίας κτίστης καὶ τῆς ἐλευθερίας δωτήρ, ὁ τῆς σωτηρίας κηδεμὼν καὶ τῆς ἀληθοῦς εἰρήνης ταμείας χορηγός· αὐτὸς ὁ κύριος μετά σου, ἐπειδὴ ἐν σοὶ ἡ θεῖα χάρις ἐπανεπαύσατο. "Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου", οὐκ ἔτι Ἀδὰμ φοβεῖται τὸν ὄφιν τὸν δόλιον, ὁ γὰρ ἐκ σοῦ γεννώμενος πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ κατήργησε, οὐκ ἔτι τὸ γένος τῶν ἀνθρώπων τὴν πλάνην καὶ τὸν δόλον τοῦ ὄφεως φοβεῖται, ὁ γὰρ κύριος συνέτριψεν τὰς κεφαλὰς τοῦ δράκοντος ἐν τῷ ὕδατι τοῦ βαπτίσματος, οὐκ ἔτι φοβοῦμαι ἐγὼ ἀκούειν "γῆ εἴ, καὶ εἰς γῆν ἀπελεύσῃ", ὁ γὰρ κύριος ἐν τῷ ἁγίῳ βαπτίσματι τὸν ῥύπον τῆς ἁμαρτίας ἀπέσμιξεν ἀπ' ἐμοῦ, οὐκ ἔτι κλαίω, οὐκ ἔτι πενθῶ, οὐκ ἔτι λέγω "ἐστράφην εἰς ταλαιπωρίαν ἐν τῷ ἐμπαγῆναί μοι ἄκανθαι", ὁ γὰρ κύριος τὴν τῶν ἁμαρτιῶν ἡμῶν ἐκριζώσας ἄκανθαν τὴν ἑαυτοῦ κεφαλὴν ἐστεφάνωσεν. Λέλυταί μου ἡ ἁμαρτία, λέλυταί μου ἡ ἀρχαία κατάρα ἡ λέγουσα "ἄκανθας καὶ τριβόλους ἡ γῆ ἀνατελεῖ σοι"· ἐξεριζώθη ἡ ἄκανθα, ἐξηράνθη ἡ τρίβολος, ἤνθησεν ἐκ τῆς ἁγίας παρθένου τὸ δένδρον τῆς ζωῆς καὶ τῆς χάριτος. Οὐκ ἔτι ἡ Εὔα φοβεῖται τὸ ὄνειδος, οὔτε τοῦ τόκου τὴν ὠδῖνα ἐν γὰρ τῇ ἁγίᾳ παρθένῳ τὸ ἐκείνης πταῖσμα ἀνασέσωσται.

Πηγὴ γὰρ ζωῆς ἡ ἁγία παρθένος ἡμῖν γέγονε, πηγὴ φωτὸς τοῖς ἐν Χριστῷ πιστεύουσι, ἀνατολὴ τοῦ νοεροῦ φωτὸς τυγχάνουσα. "Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου", καὶ ἐκ σοῦ, ὁ ἐν θεότητι τέλειος, ἐν ᾧ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος. "Χαῖρε κεχαριτωμένη, ὁ κύριος μετά σου", μετὰ τῆς δούλης ὁ βασιλεύς,